TLG 2602 001 :: TIMAEUS Sophista :: Lexicon Platonicum (e cod. Coislin. 345) TIMAEUS Sophista Gramm., Neoplatonicus Lexicon Platonicum (e cod. Coislin. 345) Citation: Epistle-alphabetic letter — page — (line) | ||
epist971a(t1) | ΤΙΜΑΙΟΥ ΣΟΦΙΣΤΟΥ | |
t2 | ΕΚ ΤΩΝ | |
---|---|---|
t3 | ΤΟΥ ΠΛΑΤΩΝΟΣ ΛΕΞΕΩΝ. | |
1t | ΤΙΜΑΙΟΣ ΓΑΙΑΤΙΑΝΩΙ | |
2t | εὖ πράττειν. | |
3 | Ἐπιστάμενος ἀκριβῶς τὴν γνώμην καὶ τὴν περὶ Πλάτωνα σπουδὴν καὶ φιλοκαλίαν, εἰωθώς | |
5 | τε τῇ τῶν Κρονίων ἑορτῇ τῶν ἐμαυτοῦ τοῖς φί‐ λοις ἀπάρχεσθαι· παιδιᾷ τε ἅμα καὶ τῇ τῆς παιδιᾶς ἀδελφῇ σπουδῇ χρησάμενος ἐξέλεξα τὰ παρὰ τῷ φιλοσόφῳ γλωσσηματικῶς ἢ κατὰ συνή‐ θειαν Ἀττικὴν εἰρημένα, οὐχ ὑμῖν μόνοις τοῖς | |
10 | Ῥωμαίοις ὄντ’ ἀσαφῆ, ἀλλὰ καὶ τῶν Ἑλλήνων τοῖς πλείστοις, τάξας τε ταῦτα κατὰ στοιχεῖον καὶ μεταφράσας ἀπέστειλά σοι, νομίσας καὶ αὐ‐ τὸν ἕξειν σε παιδιὰν οὐκ ἄμουσον. Ἔῤῥωσο. | |
alpha971a(post13t) | Α. | |
14 | Ἀβουλεῖν, μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων. | |
15 | Ἀγαθοεργοί. αἱρετοὶ κατ’ ἀνδραγαθίαν. Ἄγαλμα. πᾶν ἀνάθημα. Ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώ‐ πων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ | |
20 | ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ | |
δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. | ||
alpha971b | Ἄγαμαι. ἀποδέχομαι, θαυμάζω ἄγαν. Ἀγανακτεῖν, στένειν. παρὰ Πλάτωνι. Ἀγανακτικόν καὶ Ἀγανακτητέον. τὸ μὲν ἐν Πολι‐ τείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς Πλάτων ἔφη. | |
5 | Ἀγανακτῶν τίθεται παρὰ Πλάτωνι καὶ ἀντὶ τῶν λυ‐ πουμένων. Ἀγείρουσαν. ὡς ἱέρειαν περιερχομένην. Ἀγελαιοκομική. Πλάτων ἐχρήσατο. Ἀγελαῖος. ἀντὶ τοῦ ἰδιώτης, ῥεμβώδης καὶ εὐτελής. ἢ | |
10 | ὁ ἐν ἀγέλῃ διάγων. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζώων συναγελαζομένων, ἐφ’ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ. Ἀγέλας πόνων Εὐριπίδης εἶπεν, Ἀνδρῶν δὲ ἀγέλας Πλάτων. | |
15 | Ἄγεται δὲ καὶ ἄγει ἀντὶ τοῦ φέρει. Πλάτων ἐν τῇ ἀπολογίᾳ Σωκράτους· „ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγοντο Λέοντα.“ Ἁγίαν. τὸν ἡγούμενόν τινος. Ἁγιστεύειν. ἱεροθυτεῖν. | |
20 | Ἄγκιστρον, τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων. Ἄγνος. φυτὸν, ὃν καὶ λύγον. Ἄγνος, φυτὸν ὃν καὶ λύγον καλοῦσιν. ἔστι δὲ καὶ εἶδος ὀρνέου. ἄγνον, οὐχὶ λύγον καλοῦσιν. καὶ ἀρσενικῶς. — — —Πλάτων· „ἥ τε γὰρ πλάτανος αὕτη μάλα | |
25 | ἀμφιλαφὴς καὶ ὑψηλή, καὶ τοῦ ἄγνου δὲ τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον.“ Ἀγνώμονες, οἱ ἀχάριστοι, παρὰ δὲ Πλάτωνι οἱ ἀμαθεῖς. Ἀγνώμονες, οἱ κακογνωμονοῦντες. Πλάτων δὲ ἐν Πο‐ λιτείᾳ Ἀγνώμονας ἔφη τοὺς γνῶσιν μὴ ἔχοντας ἀλλ’ | |
30 | ἀνεπιστήμονας. Ἀγνωμόνως, ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς. Ἄγος. μίασμα, μύσος. | |
Ἄγραι, χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ μικρὰ | ||
alpha972a | τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. — —καὶ Ἀρτέμιδος καὶ Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ· „ᾗ πρὸς τὸ τῆς Ἄγρης διαβαίνομεν.“ | |
5 | Ἄγροικος. σκληρὸς καὶ ἀπαίδευτος, ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. Ἄγροικος, ὁ ἀμαθής· Ἀγροῖκος, ὁ ἐν τῷ ἀγρῷ αὐ‐ λιζόμενος. Πλάτων δὲ τὸ ἐναντίον τούτου. καὶ Ἀγροι‐ ώτης, ὁ γεωργικὸς λαός. | |
10 | Ἀγροῖκος ὀπώρα, ἀπ’ ἐναντίου τῇ γενναίᾳ, ὡς ἐν διαφορᾷ τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπό‐ θεσιν καὶ οἰνοποιίαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλά‐ των σαφῶς ἐν Νόμοις· „ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται.“ καὶ πάλιν· „τῆς | |
15 | μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται· τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω.“ Ἀγρονόμοι. οἱ τοῖς ἀγροῖς ἐπιφοιτῶντες ἄρ‐ χοντες. Ἀγχώμαλος. ὁ ἐγγύς πως τῷ ἐπίσης ἔχων ἐπί | |
20 | τι ἀγώνισμα ἢ ἄθλημα. Ἀγωνία. Καὶ ἀγών καὶ ἀγωνία. Πλάτων ἐν Γοργίᾳ· „δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι καθά‐ περ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ. καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους.“ | |
25 | Ἀδεές, ἀσφαλές, οὐ φοβερόν. ὡς ἡ παροιμία. „Ἀδεὲς δέδιας δέος.“ λεγόμενόν τί ἐστιν ἐπὶ τῶν τὰ μὴ φο‐ βερὰ φοβουμένων. Ἀδείμαντος. Τούτου καὶ Πλάτων μέμνηται ἐν τῷ Πρω‐ ταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρα‐ | |
30 | τηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, Μύρμηξ καὶ Νικόμαχος καὶ Ἀρχέμορος μετ’ Ἀδειμάν‐ του τοῦ Λευκολόφου. Ἀδελφὸς παρείη. ὅτι προτιμητέον τοὺς οἰκείους εἰς βοήθειαν ἐν καιρῷ περιστάσεως. | |
35 | Ἄδην· τὸ ἅλις· Πλάτων πολλαχοῦ κέχρηται· ἢ εἰς κό‐ ρον· ἱκανῶς· ἀρκούντως. ἐν Χαρμίδῃ· „ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν·“ Ἀδιάλυτον, τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν | |
τῷ περὶ ψυχῆς. | ||
alpha972b | Ἀδιάφθορον, ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετ’ ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μέναν‐ δρος. καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς· „ὁπότε δὴ τὸ | |
5 | ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται.“ λέγεται δὲ ἀδιά‐ φθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώ‐ μης, ὡς ὁ αὐτὸς ἐν Νόμων ϛʹ· „ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν.“ προάγεται δὲ ἡ λέξις καὶ ἐπιῤῥη‐ ματικῶς, ὡς Αἰσχίνης φησὶν Ἀδιαφθόρως. | |
10 | Ἀδώνιδος κῆποι, ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ μὴ ἐῤῥιζωμένων. Ἀδώρητος ἐρεῖς. — —Πλάτων μέν τοί γε ἐν Συμποσίῳ Ἄδωρος εἶπε. καὶ γάρ φησιν Ἄδωρος δυσμενείας ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ Ἀδωρο‐ | |
15 | δόκητος. ἀλλὰ καὶ Ἀδωροδοκήτους, ὡς ὁ αὐτός. Ἀεί κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέ‐ χρι. Πλάτων ἐν Συμποσίῳ· „ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόῤῥω τῶν νυκτῶν.“ | |
20 | Ἀεροβατεῖν, εἰς τὸν ἀέρα περιπατεῖν, τῷ ἀέρι ἐπι‐ βαίνειν. ὁ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. Ἀζύμου κράσεως, ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ | |
25 | Ἄζυμον. ἐν Τιμαίῳ· „τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν.“ λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Ἀθεραπευσία Πλάτων Πολιτείας τρίτῳ. | |
30 | Ἀθήναζε. Πλάτων ἐν Ὀδυσσείᾳ. Παρμενίδῃ. τὸ μέν‐ τοι ἐν τῷ περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ τούτῳ· „καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδ’ εἷς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε.“ Ἄθυμος ἀντὶ τοῦ ἀθυμήτης· Πλάτων Πολιτείας εʹ. | |
35 | Ἄθυμος ὅ τε ἀόργητος παρὰ Πλάτωνι, καὶ ὁ περίλυ‐ πος παρ’ Αἰσχίνῃ. Ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις· „ἡ δ’ αὖ παρ’ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι.“ Ἀθύρω | |
40 | ὁ ἐνεστώς. | |
alpha973a | Αἰκίας. ὕβρεως δίκη. Αἱμασιώδεις. Πλάτων εἶπε Περιβόλους αἱμασιώ‐ δεις τινάς ἢ τοὺς ἐκ λίθων ἄνευ πηλῶν κατεσκευα‐ σμένους ἢ τοὺς ἀπὸ ἀκανθῶν πεφραγμένους. | |
5 | Αἱμύλος, ὁ ἔμπειρος ἢ ἡδὺς ἐν τῷ ἀπατᾷν καὶ κόλαξ Πλάτων Αἱμύλος ἔρως φησίν. Αἰξωνεύεσθαι. ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων Ἀβδηρί‐ της, ὡς ἐπὶ βλασφημίᾳ διαβέβληται. | |
10 | Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος· ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύ‐ εσθαι ἔλεγον· Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ’ ἐν τῷ περὶ ἀνδρείας φησίν „οὐδὲν ἐρῶ πρὸς ταῦτά γ’ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.“ | |
15 | Αἰσθητής. Πλάτων τὸν αἰσθανόμενον Αἰσθητὴν ὠνό‐ μασεν. Ἀΐστωρ. ἄπειρος, ἀμαθής. Αἰσχυντηλὸς εἶ Πλάτων Γοργίᾳ. Αἰσχυντηρός, οὐκ αἰσχυντηλός. Πλάτων ἐν Γοργίᾳ· | |
20 | „αἰσχυντηροτέρω μᾶλλον τοῦ δέοντος.“ Ἄκακοι. οἱ ἔξω κακίας. Ἀκεῖσθαι καὶ ἐξακεῖσθαι καὶ ἐπὶ τοῦ θεραπεύειν καὶ ἐπὶ τοῦ ἐπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας. οὕτω Πλάτων ἐν Πολιτείας δευτέρῳ. | |
25 | Ἀκέραιοι. οἱ ἔξω κήρας. Ἀκέφαλον ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ· „μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι.“ Ἀκέφαλος μῦθος, ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλά‐ των· „ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.“. | |
30 | Ἀκήρατοι. καθαροί. Ἀκινάκης. περιζώνιον στενὸν ἑτερόστομον, ὥσ‐ | |
περ ἡμίστομον μαχαίρας. | ||
alpha973b | Ἀκκίζει. ἀπαξιοῖς. Ἀκολασταίνειν Πλάτων Πολιτείας τρίτῳ. Ἀκολαστανεῖτε Ἀριστοφάνης εἶπεν ὁμοίως τῷ σημα‐ νεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας Ἀκολασταίνειν | |
5 | ἔφη. Ἀκολουθεῖν μετ’ αὐτοῦ. οὕτω συντάσσουσιν οἱ Ἀττι‐ κοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας οὕτω κέχρηται καὶ Πλάτων. Ἀκόλουθον, οὐδετέρως μὲν Ἀριστοφάνης, θηλυκῶς δὲ | |
10 | Πλάτων ἐν τῷ περὶ ψυχῆς. Ἀκοσμήτως ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ· „τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον.“ Ἀκράχολος Πλάτων δευτέρᾳ Πολιτείας. Ἀκροᾶσθαι, ἀντὶ τοῦ ὑπακούειν καὶ ὑποτετάχθαι. | |
15 | Πλάτων καὶ Ἀντιφῶν. Ἀκροσφαλεῖς, ἄκρως ἐσφαλμένους. Ἀκροχειρίζεσθαι πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς, ἢ ὅλως ταῖς ἄκραις μετ’ ἄλλου γυμνάζεσθαι. | |
20 | Ἀκταίνειν. γαυριᾷν καὶ ἀτάκτως πηδᾷν. Ἀκταίνειν, ἀκολασταίνειν, γαυριᾷν καὶ ἀτάκτως πη‐ δᾷν ἢ πρὸς συνουσίαν ὁρμᾷν. Ἀκταινῶσαι σημαίνει μὲν τὸ ὑψῶσαι καὶ ἐπᾶραι καὶ μετεωρίσαι, εἴρηται δὲ ἀπὸ τῆς ἀκτῆς, τοῦ φυτοῦ, | |
25 | ἀφ’ οὗ τὰ ἀκόντια τέμνεται. καὶ ἐπεὶ τὰ ἀκόντια εἰς ὕψος αἴρεται ἀφιέμενα, διὰ τοῦτο καὶ ἐπὶ παντὸς ὑψουμένου καὶ πηδῶντος μεθ’ ὁρμῆς ἐτέθη τὸ ἀκται‐ νῶσαι. Αἰσχύλος Οὐκέτ’ ἀκταίνω φησί, βαρυτόνως, οἷον οὐκέτι ὀρθοῦν δύναμαι ἐμαυτήν. Πλάτων ἐν τῷ | |
30 | Φαίδωνι ὡς ἀπὸ περισπωμένου. Ἀλαζών. ψευδής. Ἀλαζών, ὁ ἀλώμενος. οὕτως Ἀλκαῖος. Πλάτων δὲ Ἀλα‐ | |
ζόσιν ἀντὶ τοῦ ψεύσταις. | ||
alpha974a | Ἀλευάδαι. οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγε‐ νέστατοι, ἀπὸ Ἀλεύου τὸ γένος ἔχοντες. Ἀληθεστέρως. Πλάτων τρίτῳ Πολιτείας. Ἁλίπεδον. ὁμαλὸν καὶ ἄσπορον πεδίον. | |
5 | Ἀλιτηριῶδες. ἁμαρτωλὸν ἢ πλάνον. Ἄλη γὰρ ἡ πλάνη καὶ ἡ ἁμαρτία. Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔποτε τρόπαιον ἐστήσαντο. ἡ παροιμία ἐπὶ τῶν δι’ ἀθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων. | |
10 | Ἀλλ’ ἤ ἀντὶ τοῦ εἰ μή, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τί‐ θεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλ’ ἄρα, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων· „ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν.“ ἀντὶ τοῦ ἄρα. Ἀλλόκοτον. ἐξηλλαγμένον. | |
15 | Ἀλλόκοτον σημαίνει μὲν κυρίως τὸ παρηλλαγμένον τῆς καθεστώσης διαίτης καὶ τρόπου, πεποίηται δὲ παρὰ τὸν Κότον, ὃ σημαίνει τὴν ὀργὴν καὶ μανίαν καὶ παραπληγίαν. ὁ οὖν ἄλλοτε ἄλλως ἄλλο τε ἄλλοις κο‐ τῶν ἀλλόκοτος ἂν καλοῖτο. Πλάτων ἐν Νόμοις· „οἱ | |
20 | μέν γε διὰ πνεύματά γε καὶ διειλήσεις ἀλλόκοτοί εἰσι καὶ ἐναίσιοι αὐτῶν.“ τὸ γὰρ Ἐναίσιοι αὐτῶν δη‐ λοῖ οἷον οἱ γενόμενοι ἐν αἴσῃ καὶ μοίρᾳ τινί. κυρίως μὲν οὖν οἱ τὸν νοῦν βεβλαμμένοι καὶ ἔμπληκτοι ἀλ‐ λόκοτοι καλοῦνται· ἤδη δὲ καὶ ἐπὶ τῶν τὰ σώματα | |
25 | παρὰ φύσιν διακειμένων. Ἀλλοτριονομοῦντες. ἐναλλαγὴν ὀνομάτων ποιοῦντες, ἢ ὅλως τισί τινα μὴ προσηκόν‐ τως διανέμοντες. Ἀλλοτριοπράγμων, ἀλλοτριοπραγμοσύνη. Πλά‐ | |
30 | των Πολιτείας τρίτῳ. Ἀλλ’ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμε‐ τρίαν. παροιμία ἐπὶ τῶν ὑπὲρ ἄλλης αἰτίας ὀφει‐ λόντων τιμωρίας ἢ ἐφ’ οἷς αὐτοὶ προβάλλονται οἱ κα‐ | |
τηγορούμενοι. | ||
alpha974b | Ἄλογα, ἄῤῥητα Σοφοκλῆς. Ἄλογα καὶ ἀδιανόητα Πλάτων. Ἀλογίαν, τὸ μηδένα λόγον ἔχειν, ἀλλ’ ἀλογιστὶ πράτ‐ τειν. οὕτως Δημοσθένης καὶ Πλάτων. | |
5 | Ἁλουργά, θαλασσοπόρφυρα. Ἄλοχος. Πλάτων δὲ τὴν παρθένον ὡς οὔπω λοχευθεῖ‐ σαν Ἄλοχον καλεῖ. Ἀλφούς, λευκοὺς ἢ λευκάς. Ἀμαθέστερος καὶ Ἀμαθής, ἀντὶ τοῦ ἀπαίδευτος καὶ | |
10 | ἀκόσμητος. Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμα‐ θοῦς, καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπιστα‐ μένου. Ἀμαθία ἀντὶ τοῦ ἀναισθησία. Πλάτων. Ἁμαρτία Πλάτων Πολιτείας πρώτῳ καὶ δευτέρῳ. | |
15 | Ἀμβλίσκουσι δὲ τὸ ἀμβλίσκειν ποιοῦσι φησὶν ὁ Πλάτων. Ἀμβλίσκουσιν, ἀποβάλλουσιν, ὃ συμβαίνει ταῖς δια‐ φθειρούσαις καὶ προβαλλούσαις τὰ κυήματα. Πλάτων Θεαιτήτῳ. καὶ ἀμβλίσκειν καὶ ἐξαμβλοῦν τὸ διαφθεί‐ ρειν καὶ ἀφανίζειν. | |
20 | Ἀμβλυώττει, τυφλώττει. Ἀμελετησίᾳ Πλάτων Θεαιτήτῳ. Ἀμεταστρεπτί. οὐχ ὑποστρέφειν εἰς τοὐπίσω. Ἄμετρος. τὸ δὲ ἄνευ μέτρου Ἄμετρον Πλάτων. καὶ „τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν.“ | |
25 | Ἀμηγέπη. ἑνί γε τρόπῳ, ἢ ὁπωσοῦν. Ἀμόθεν γε ποθέν. ἀπό τινος μέρους ἰσημέρου. Ἄμυνα. καὶ ἐπὶ ἀμοιβῆς, καὶ ἐπὶ εἰσπράξεως δίκης. Ἀμύνει τοὺς πολεμίους, ἀντὶ τοῦ ἀμύνεται. Πλά‐ | |
30 | των Φαίδρῳ. Ἀμφιγνοῶ κάλλιον ἢ ἀμφιβάλλω. Πλάτων ἐν Γοργίᾳ· „ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφ’ ἑκάστου ὧν λέγεις.“ Ἀμφιδρόμια ἑορτή ἐστιν ἐν Ἀθήνῃσι τελουμένη, καθ’ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου ἐπὶ τῆς ἑστίας ἐπιτρέ‐ | |
35 | χουσι. τὸ δ’ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς εἰς τὰ | |
alpha975a | βρέφη παρὰ τὴν ἑστίαν περιφέροντες, ἐπειδὴ κουρο‐ τρόφος ἡ τροφὸς ἐπί τινων πεφήμισται. μέμνηται Πλά‐ των ἐν Θεαιτήτῳ· „τοῦτο μὲν δή, ὡς ἔοικε, μόγις ἐγεννήθη, ὁτιδήποτε τυγχάνει ὄν. μετὰ δὲ τὸν τόκον | |
5 | τὰ ἀμφιδρόμια ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ.“ Ἀμφίεσμα τὸ ἔνδυμα, καὶ ἀμφίεσις. Πλάτων ἐν Γορ‐ γίᾳ· „καὶ τὰ αὐτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινο‐ μένων.“ | |
10 | Ἀμφιθαλεῖς. ἀντὶ τοῦ ἀμφότεροι οἰκοθαλεῖς. Ἀμφικτύονες. οἱ ἐκ πολλῶν πόλεων αἱρετοὶ δικασταὶ, οἷον ἀμφικτίονες καὶ περίοικοι. Ἀμφιλαφές. πολὺ καὶ ἄφθονον. ἔστιν δ’ ὅτε καὶ ἀμφίσκιον. | |
15 | Ἀμφιλαφής, μεγάλη, οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν. Ἀμωσγέπως, ὅπως δήποτε, καθ’ ὁντιναοῦν τρόπον. ἔνιοι τὸ μετρίως, Πλάτων τὸ ἐκ παντὸς τρόπου, ἑνί γέ τινι. Ἄν. — — —Μετοχῇ. — —παρακειμένου καὶ ὑπερσυντελικοῦ | |
20 | παράδειγμα οὐχ εὗρον, ἀορίστου δέ· „ἐγὼ δὲ τίνων εἰμί; τῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων, ἡδέως δ’ ἂν ἐξελεγξάντων.“ Πλάτων Γοργίᾳ. Ἀναβάτης. ἐπιβεβήκασι δὲ τοῦ ἁρματίου δίφρου ἡνίο‐ χος καὶ παραβάτης, ὃν ὁ Πλάτων Ἀναβάτην μι‐ | |
25 | κράσπιδα ἐκάλεσεν. Ἀνάγκης ἄτρακτον. τὸν ἄξονα λέγει. Ἀνάδαστος. ἡ κληρουχηθεῖσα γῆ, ἡ πάλιν εἰς διαίρεσιν διαδιδομένη. Ἀναδῆσαι. ταινίας ἐπιβαλεῖν. | |
30 | Ἀναδιδοῦσαν, ἀντὶ τοῦ ἀναδιδομένην. Ἀναθέσθαι, τὸ μεταθέσθαι, ἀπὸ τῶν πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. οὔτε δὲ τὸ ὑπερθέσθαι σημαίνει ἡ λέξις, οὔτε τὸ ἀνακοινώ‐ σασθαι, ἀλλὰ τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι. | |
35 | πολύ ἐστι παρὰ Πλάτωνι τῷ φιλοσόφῳ. | |
alpha975b | Ἀναθέσθαι. — —εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευο‐ μένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. Ἀναθολώσει, ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· „ὅπως ἀναθολώσει.“ κυρίως δὲ ἐπὶ τῆς σηπίας· ἐπεὶ | |
5 | τὸ μέλαν αὐτῆς θολὸς καλεῖται. Ἀναιρῶ οὐ μόνον τὸ φονεύω ἀλλὰ καὶ τὸ μαντεύομαι. Πλάτων ἔν τινι τῶν Πολιτειῶν· „τότε δεῖ ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ.“ Ἀνακηκίει. ἀναπηδᾷ. | |
10 | Ἀνακογχυλιάσαι. ἀναγαργαρίσαι. Ἀνακρουόμεθα οἷον ἀναπροοιμιαζόμεθα. Ἀναλαμβάνειν αἰτιατικῇ, ἐπὶ τοῦ ἀνέχειν. Ὅτι ἔμελε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. | |
15 | Πλάτων ἐν Θεαιτήτῳ· „πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως, οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαν‐ τῆσαι θεόν.“ Ἀναλέγομαι καὶ ἐκλέγομαι. Πλάτων ἐν Γοργίᾳ· | |
20 | „οὐκ εἰκῆ ἐκλεγόμενος προσφέρει.“ Ἀναπεμπάζεσθαι. ἐπαναλαμβάνειν κεφαλαιω‐ δέστερον τὰ εἰρημένα. Ἀνάπηρον ψυχήν, τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. | |
25 | Ἀνάπλεως. ἀναπεπλησμένος. χρῆται δὲ ἐπὶ τοῦ μεμολυσμένου. Ἀναπλήσας, ἀναπληρώσας. ὁ δὲ Πλάτων ἀντὶ τοῦ μο‐ λύνας. Ἀνάρσια. ἃ οὐκ ἄν τις ἄραιτο. | |
30 | Ἀνασκινδυλευθῆναι. ἀνασκολοπισθῆναι, ἀνα‐ σταυρωθῆναι. Ἀνασφῆλαι, ἀναῤῥωθῆναι. Ἀνασχινδαλευθῆναι, διὰ τοῦ χ Πλάτων. ἄλλοι δὲ | |
διὰ τοῦ κ. | ||
alpha976a | Ἀνατείνας τὴν ψυχήν. ἐπὶ τὰ ἄνω τρέψας καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν. Ἀνατί. δίχα βλάβης καὶ οἷον δίχα τῆς ζη‐ μίας. | |
5 | Ἀναψῦχον, ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. καὶ Ἀναψυ‐ χομένη, ἀντὶ τοῦ ἀναπαυομένη. Ἀνδραποδώδεις, δουλοπρεπεῖς, δουλογνώμονας, καὶ Ἀνδραποδώδης θρίξ, ἐπὶ τῶν ἠλιθίων. Πλάτων φησίν· „ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρί‐ | |
10 | χας ὑπὸ ἀμουσίας.“ Ἀνδραποδώδη τρίχα. τὴν τῶν ἀνδραπόδων ἴδιον κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασ‐ σον Ἀθήνησιν αἱ δοῦλαί τε καὶ οἱ δοῦλοι. Ἀνδρείκελον. χρόα ἐπιτηδεία, ὡς πρὸς ἀνδρὸς | |
15 | μίμησιν. Ἀνδρηλατεῖν. ἄνδρας ἐξελαύνειν καὶ φυγα‐ δεύειν. Ἀνδριάς, καὶ ἐπὶ γραφῇ. Πλάτων Πολιτείᾳ. Ἀνεβίωσα ἐγώ ἀμεταβάτως. μεταβατικῶς δὲ Πλάτων | |
20 | ἅπαξ εἶπε ἐν τῷ Φαίδωνι· „ἐάν πέρ γε ἡμῖν ὁ λόγος τελευτήσῃ καὶ μὴ δυνώμεθα αὐτὸν ἀναβιώσασθαι.“ Ἀνέδην, ἀνειμένως. δύναται δὲ ἀπὸ τῶν ἵππων μετά‐ γεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων δὲ Νόμων ἑνδεκάτῳ· „εὗρε μηχανήν, ὅπως ἤθη μὴ ἀνέδην ἀναι‐ | |
25 | σχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίνεσθαι ῥᾳδίως.“ Ἀνείλεται. ἀνειλεῖται. Ἀνείλιξιν, τὴν ἀνάλυσιν, Πλάτων Πολιτικῷ. Ἀνειμένον ἄλσος. τὸ τῷ θεῷ ἀφιερωμένον. | |
30 | Ἀνελευθερία Πλάτων Πολιτείας δευτέρῳ. Ἀνεμιαῖον ὠόν Πλάτων Θεαιτήτῳ. Ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ· „γόνιμον Ἀνεμί‐ | |
διον τυγχάνει.“ | ||
alpha976b | Ἀνεργήσει. ἀναδήσει, ἀναρτήσει καὶ οἷον κω‐ λύσει. Ἀνευφήμησεν, ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων. Ἀνεψιότης. Δημοσθένης καὶ Σόλωνος νόμους παρα‐ | |
5 | τίθεται ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, ἐν οἷς ἐστὶν ἡ ἀνεψιότης. κέχρηται τῇ λέξει καὶ Πλάτων καὶ Ξενο‐ φῶν καὶ Λυσίας. Ἀνέῳγα. — —καὶ ὁ Πλάτων· „ἀνεῴγετο γὰρ οὐ πρωΐ.“ | |
10 | Ἀνέῳγε βούλονται μὴ λαμβάνεσθαι ἐπὶ παθητικῆς δια‐ θέσεως. ἀλλ’ οὐκ ἀκριβῶς τοῦτο· χρῆται γὰρ μετὰ καὶ ἄλλων πολλῶν ὁ Πλάτων παθητικῶς ἐν Φαίδωνι, Ἀνεῴγετο, λέγων, Ἡ θύρα οὐ πάνυ πρωΐ. Ἀνικμώμενα ταὐτὸ τῷ λικμώμενα, ὡς ἐν Τιμαίῳ | |
15 | Πλάτων. Ἀνιμᾷ. ἀνέλκει. Ἀνόρατον. Πλάτων δὲ καὶ Ἀνόρατον εἶπεν ἐν Τι‐ μαίῳ. Ἀνοργίαστοι. οἱ ἀμύητοι, οἷς τελεταὶ καὶ ὄρ‐ | |
20 | για οὐκ ἐγένοντο. Ἀντιβόλησις, δέησις καὶ ἱκεσία. ἀντὶ τοῦ παράκλησις. Πλάτων ἐν Συμποσίῳ καὶ ἐν τῇ Ἀπολογίᾳ. ὠνόμα‐ σται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας. | |
25 | Ἀντιγραφή, ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικα‐ σίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆ‐ ρον κατὰ γένος ἢ δόσιν. κοινῶς δὲ ἐν ταῖς δημοσί‐ αις δίκαις τὰ τῶν δικαζομένων γράμματα, καὶ λέγε‐ | |
30 | ται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγον‐ τος ἀντιγραφή. λέγεται δὲ οὕτω καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους ἀπολογίᾳ ἀντωμο‐ σίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. | |
Ἀντικρύ. κατευθύ, ἐπ’ εὐθείας. | ||
alpha977a | Ἀντιλαμβάνομαι. Ἀττικοὶ ἐπὶ τοῦ κωλύειν ἢ ἀντέ‐ χεσθαι, καὶ μάλιστα ὁ Πλάτων. Ἀντιλέγειν, ἀντὶ τοῦ τὰ ἴσα λέγειν. Πλάτων. Ἀντίληψις, ἀντὶ τοῦ ἐπίληψις. Πλάτων. | |
5 | Ἀντιστρόφους, ἀντὶ τοῦ ἰσοστρόφους. Ἀντιτύπους ἀνθρώπους, σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας. Ἀντιφῄς, ἀντὶ τοῦ ἀντιλέγεις. Ἄντυγες. αἱ τῶν ἁρμάτων περιφέρειαι οὕτως | |
10 | λέγονται. Ἀντωμοσία. γραφὴ κατά τινος ἔνορκος, περὶ ὧν ἠδικῆσθαί φησι. Διωμοσία δὲ ὁ ἑκα‐ τέρωθεν γινόμενος ὅρκος καὶ ἐπὶ τῶν δικα‐ ζομένων· τοῦ μὲν ὡς πράξαντα διώκειν, | |
15 | τοῦ δὲ ὡς οὐκ ἔπραξεν. Ἐξωμοσία δὲ ἄρ‐ νησις σὺν ὅρκῳ, ὡς ἀδυνατοῦντος ἢ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν. Ἀνυσίμως, ἐνεργῶς, πρακτικῶς, τελείως. Καὶ ἀνυσι‐ μώτατος. ἄνυσις γὰρ ἡ τελείωσις. | |
20 | Ἀξιῶν ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. Ἄξων. τὸ τοῦ ἅρματος ξύλον, περὶ ὃ δινοῦνται οἱ τροχοί. Ἀπατούρια. — — — — — —ἐν Τιμαίῳ· „ἦν μὲν γὰρ δὴ Κρι‐ | |
25 | τίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δὲ ἦν μάλιστα δεκέτης· ἡ δὲ Κουρεῶτις ἡμῖν ἐτύγχανεν Ἀπατουρίων.“ Ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν. — —καὶ Πλάτων· „ὁ γάρ τοι παῖς με ὁ | |
30 | Σάτυρος ἀπέδρα.“ | |
alpha977b | Ἀπεκρίθη, ἀφωρίσθη. Πλάτων. Ἀπενιαυτίσαι. ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. Ἀπέσβη. τέθνηκεν. | |
5 | Ἀπέσβηκε λέγουσι τὸ ἀπεσβέσθαι οἵ τε ἄλλοι καὶ Πλά‐ των Πολιτικῷ. Ἀπήμονα, ἀβλαβῆ. Ἄπια, εἶδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. Ἀπιστεῖν, δοτικῇ τὸ ἀπειθεῖν. οὕτως Πλάτων. | |
10 | Ἀπιστία, ἡ ἀσέβεια καὶ ἡ ἀπείθεια. οὕτως Πλάτων. Ἄπιστος, ὁ μὴ πειθόμενος· οὕτως Πλάτων. Ἀποδέχομαι καὶ αἰτιατικῇ καὶ γενικῇ. — — —Πλάτων ἐν Φαίδωνι· „οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὡς.“ Ἀποδιοπομπεῖσθαι. ἀποπέμπεσθαι καὶ διω‐ | |
15 | θεῖσθαι τὰ ἁμαρτήματα, συμπράκτορι χρώ‐ μενος τῷ Διΐ. Ἀποκναίειν. κατ’ ὀλίγον ἀποξύειν καὶ ὡσπερεὶ διαφθείρειν. Ἄπολις. Πλάτων δὲ Πόλιν ἄπολιν τὴν μηκέτ’ οὖσαν | |
20 | πόλιν. Ἀπόλογος ἀλκίνου, ἐπὶ τῶν φλυαρούντων καὶ μακρὸν ἀποτεινόντων λόγον. Ἀπ’ ὄνου καταπεσών. παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπι‐ χειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. — — | |
25 | Ὁ δὲ φιλόσοφος Πλάτων, ὡς οὐκ ἀπὸ τοῦ ζώου τὴν παροιμίαν λέγεσθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ, οὕτως· „καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον, κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ καταπεσεῖν.“ | |
30 | Ἀποῤῥηθῇ ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων. | |
alpha978a | Ἀπόῤῥησις. ἀπαγόρευσις. Ἀπόῤῥησις. Πλάτων δὲ ἀπόῤῥησιν τὴν ἀπαγόρευσιν. Ἀπόῤῥησις. ἡ μὲν συνήθεια τὴν ἀπαγόρευσιν οὕτω λέγει· Πλάτων δὲ ἀντὶ τοῦ ῥῆσις αὐτὸ ἐν τῇ Πολιτείᾳ | |
5 | τέθεικεν, εἰπών· „καὶ τότε τὴν ἀπόῤῥησιν τοῦ Θρα‐ συμάχου οὐκ ἀπεδέξατο.“ Ἀπόστολα τὰ εἰς τὴν θάλασσαν ἐκπεμπόμενα ἢ ἐκπλέοντα. Ἀποστοματίζειν. ἀπὸ μνήμης λέγειν. | |
10 | Ἀποστοματίζεσθαι δὲ τοὺς παῖδας Πλάτων που λέγει ἤγουν ὑπὸ τῶν διδασκάλων ἐρωτᾶσθαι, ὡς ἀπὸ στό‐ ματος λέγειν. Ἀπὸ στόματος, ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων ἀλλ’ ἀπὸ μνήμης. — — — —Πλάτων Θεαιτήτῳ· „Ἀτὰρ τίνες | |
15 | ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; Οὐ μὰ τὸν Δί’ οὔκουν οὔγε ἀπὸ στόματος. ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα.“ Ἀποτεθρυωμένοι. ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν ἀπὸ τῶν τεθρύων, ἅπερ | |
20 | εἰσὶν ἄγονα καὶ ἄγρια φυτά. Ἀποφράδες ἡμέραι. ἐν αἷς τοῖς κατοιχομέ‐ νοις χοὰς ἐπιφέρουσιν· ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. Ἀποψύχει, ὃ οἱ πολλοὶ καταψύχειν λέγουσιν, ὅταν τὸ | |
25 | καῦμα λήγῃ καὶ εἰς ψύχος τρέπηται. Πλάτων ἐν Φαίδρῳ· „ἐπειδὰν ἀποψύχῃ, ἄπιμεν.“ Ἀπρίξ. ἐμπεφυκότως. Ἀπροβουλία. ἡ δὲ ἐν τοῖς Πλάτωνος Νόμοις Ἀπρο‐ βουλία οὔ μοι ἀρέσκει. | |
30 | Ἀπτῆσι, τοῖς μὴ πετομένοις. | |
alpha978b | Ἄρα, συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικε καὶ ὡς φαίνεται. οὕτω Πλάτων. Ἀραρός. βέβαιον, ἀμετακίνητον. Ἀργιλώδης γῆ. λευκὴ καὶ καθαρά. | |
5 | Ἀργυραμοιβός. ὁ κέρμα ἀντὶ ἀργυρίου ἀλλασ‐ σόμενος. Ἀργυρίς. φιάλη. Ἀρεστός, ἀντὶ τοῦ ἀρέσκων. Πλάτων Φαίδρῳ. Ἀριστίνδην. κατ’ ἀνδραγαθίαν αἱρετόν. | |
10 | Ἀριστίνδην, κατ’ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων, Νόμων θʹ. Ἄρνυσθαι. ἀντὶ τοῦ καταλλάσσεσθαι· ὅθεν καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν ἀντί τινος λαμ‐ βάνειν λέγεται. | |
15 | Ἄῤῥατον. ἰσχυρόν, στερεόν. Ἄρτι. πρὸ ὀλίγου χρόνου πεποιημένος. Ἀρτιάζειν, τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις τοιούτοις. Πλάτων Λύσιδι· „η ἀρτιάζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμίσκων τινῶν προο‐ | |
20 | ρώμενοι.“ Ἀρύτεσθαι σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. — — —Καὶ Πλάτων Νόμοις „ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δεῖ καὶ ὁπόσα καὶ ὁπότε.“ Ἀρχαῖος ἀντὶ τοῦ εὐήθης. Πλάτων. | |
25 | Ἀρχιερέων, οὐκ ἀρχιερέα, Πλάτων ἑνδεκάτῳ Νόμων, ὀξεῖαν μέσην συλλαβήν. Ἄσκησιν, ἀγωνίαν. — —οἱ παλαιοὶ καὶ Πλάτων καὶ Ἀσκητὰς καὶ ἀθλητὰς λέγουσιν. Ἀσκωλίζοντες. ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ | |
30 | στερούμενοι τῶν κατὰ φύσιν. | |
alpha979a | Ἀσπαλιεύς. ἁλιεύς, ἀπὸ τοῦ ἀποσπᾷν τὴν ἄγραν. Ἀστόξενος. ὁ μὴ ἔχων ἐν τοῖς πολίταις οἰκίαν ἰδίαν. | |
5 | Ἀστράγαλοι ἀρσενικῶς, οὐχὶ θηλυκῶς. Πλάτων Θεαι‐ τήτῳ. Ἀστράγαλος. — — —Πλάτων Λύσιδι· „Ἠρτίαζον ἀστραγάλοις παμπόλλοις.“ Ἀσφαλεστέρους Πλάτων Πολιτείᾳ. | |
10 | Ἀτάρ. σύνδεσμος ἀντὶ τοῦ δή. Ἄτεγκτος παρηγορήμασιν· Αἰσχύλος δοτικῇ ἀντὶ γενικῇ Ἀττικῷ ἐχρήσατο ἔθει. Πλάτων γενικῇ κέχρη‐ ται· „μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας.“ Ἀτενής. ἢ ὁ τῷ ἤθει εὐθὺς καὶ ἀκλινής, ἢ ὁ | |
15 | σκληρὸς καὶ ἀνύπεικτος πρὸς ὃ χρὴ ὑπεῖξαι. Ἀτέραμνος, δυσέψανος. οὕτως φησὶ Πλάτων. Ἀτεράμων, οἱονεὶ μὴ τεράμων, ἀλλὰ σκληρός. ἔνθεν δὲ καὶ ἀτέραμνα ὄσπρια φαμὲν τὰ μὴ ἑψόμενα διὰ σκληρότητα. — —καὶ Πλάτων κέχρηται τῇ λέξει, κερασ‐ | |
20 | βόλους καὶ ἀτεράμνους λέγων τοὺς σκληροὺς διὰ τού‐ των· „μή τις γένηται τῶν πολιτῶν κερασβόλος ἢ ἀτέ‐ ραμνος.“ φασὶ γὰρ τὰ κατὰ τῶν κεράτων βληθέντα σπέρματα ἀτέραμνα γίνεσθαι. Ἀτεχνῶς. ἀντὶ τοῦ ἀληθῶς καὶ χωρὶς πανουρ‐ | |
25 | γίας καὶ οἷον ἀπλάστως. Ἀτεχνῶς, περισπωμένως, ἀντὶ τοῦ ἀληθῶς, ἁπλῶς, χωρὶς πανουργίας, σαφῶς. ἢ βεβαίως, ἢ ἀσφαλῶς, ἢ φανερῶς· οἱονεὶ ἀτενῶς, περισσοῦ ὄντος τοῦ χ. ἢ ἀντὶ τοῦ τελείως, καὶ ἀντὶ τοῦ ἰσχυρῶς, καὶ ἀντὶ τοῦ | |
30 | καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶς. οὕτω Πλάτων. | |
alpha979b | Ἀτιμώρητος. ἀβοήθητος ἢ θαυμαστός· ἐστὶ δ’ ὅτε καὶ ὁ κακός. Ἄτοπον Πλάτων τὸ μέγα καὶ θαυμαστόν. Ἄτοπον οὐ μόνον τὸ ἄλογον, ἀλλὰ καὶ τὸ θαυμαστὸν | |
5 | καὶ παράδοξον. Πλάτων ἐν Φαίδωνι· „ὡς ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο.“ καὶ πάλιν ἐν Θεαι‐ τήτῳ· „οὐδὲν γὰρ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον ἦν.“ ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντιθέσεως. Ἄτρωτος, ἀσινής, ἀπαθής. „ἀλλ’ ἔμενεν ἄτρωτος ὑπὸ | |
10 | τῶν τοιούτων παθῶν ἢ ὁ Αἴας ὑπὸ σιδήρου.“ Ἄττα ἀντὶ τοῦ τινά, καὶ προηγεῖται τοῦ ὀνόματος ἅπαξ ἐν τῷ αὐτῷ κώλῳ, καὶ ἕπεται ἀεί. ἕπεται μέν, ὡς τὸ Ἕτερ’ ἄττα καὶ πός’ ἄττα· προηγεῖται δέ, ὡς ἔχει τὸ τοῦ Πλάτωνος ἐν τῷ Φαίδωνι· „ἦν γὰρ δὴ | |
15 | ἄττα τοιάδε,“ ἀντὶ τοῦ τοιαῦτά τινα. Ἄτυφον ἐν Φαίδρῳ τὸ ἀβλαβές· ἐπεὶ τὸ τῦφον βλάπτει. Καὶ Ἐπιτεθυμμένον ὁμοίως· τὸ γὰρ θύψαι ἐπι‐ καῦσαι. Ἀτύφου μοίρας. τῆς ἀβλαβοῦς ὑπὸ τύφου καὶ | |
20 | μὴ τεθυμμένης. Ἀτυχῆσαι. μὴ τυχεῖν. Ἀτυχῆσαι ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων. Αὔην καὶ ξηράν. παραλλήλως εἶπεν. ἔστι δὲ ταὐτόν. | |
25 | Αὐτὸ δείξει, παροιμία ἔξω τοῦ ἐπιλόγου λεγομένη, ἧς μνημονεύει καὶ Πλάτων. Αὐτὸ δείξει. παροιμία. ἐλλείπει τὸ ἔργον. Αὐτόπωλοι τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. καὶ Πλά‐ των Πολιτικῷ· „καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς | |
30 | τῶν αὐτοπώλων διώρισται τέχνης.“ | |
alpha980a | Αὐτίκα· ἅμα καὶ τότε εὐθέως. Ἄφθονον τὸν μὴ φθονοῦντα, Πλάτων Πολιτείας τε‐ τάρτῳ. Ἀχαριστεῖν. μὴ χαρίζεσθαι. | |
5 | Ἀχρηστίαν Πλάτων πρώτῳ Πολιτείας. Ἄχρηστος, ὁ ἀνωφελής, καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτω Πλάτων. Ἀψυχίαν ἀντὶ τοῦ δειλίαν, Πλάτων Γοργίᾳ. | |
beta980a(post8t) | Β. | |
9 | Βάδην. ἐπειγομένη πορεία. | |
10 | Βαθεῖαν αὔλακα. ὅπερ ἐστὶ σχιστῆς γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς ἀπὸ τούτου βαθείας φρένας καὶ κεκρυμμένας σημαίνει. Βαλανεύς παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει Πελαργοῖς. Βάλλ’ ἐς μακαρίαν. ἀντὶ τοῦ βάλλ’ εἰς Ἅιδου. | |
15 | ὅθεν τοὺς ἀποθανόντας μακαρίτας ἔθος καλεῖν· ἢ ὅτι ἡ Μακαρία θυγάτηρ οὖσα τοῦ Ἡρακλέους ἑκοῦσα ὑπὲρ τοῦ τῶν Ἡρακλειδῶν γένους ἀπέθανεν. Βάραθρον. ὄρυγμα φρέατι ὅμοιον, ἔνθα οἱ | |
20 | καταδικασθέντες ἐβάλλοντο. Βαρβαρίζει, ἀντὶ τοῦ, τὰ τῶν βαρβάρων φρονεῖ. οὕτω Πλάτων. Βδέλλεται, ἀμέλγει. Πλάτων εἰς τὸν Θεαίτητον Βδάλ‐ λεται λέγει. | |
25 | Βδελυρός. αἰσχροποιός. Βδελύττεσθαι, μυσάττεσθαι, ναυτιᾷν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος, μισεῖν. | |
Βέβηλοι. ἀμύητοι. | ||
beta980b | Βένδις. ἡ Ἄρτεμις, Θρᾳκίᾳ φωνῇ· καὶ Βεν‐ δίδεια, Ἀρτέμιδος ἑορτὴ παρὰ Θρᾳξίν. Βιβλία διὰ τοῦ ι, ὡς Πλάτων, Ἀττικοί· βυβλία, ὡς Δημοσθένης, κοινόν. | |
5 | Βλάξ. ὁ διὰ νωθρίαν ἁμαρτηκώς. Βλάξ, μαλακός, χαῦνος, ἐκλελυμένος ἢ μωρός. —Βλᾶκα αἰτιατική, τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. Πολιτείας δʹ· „βλακικόν | |
10 | τε ἡμῶν τὸ πάθοσ“. ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζώου ὄντος ἀναισθήτου. Οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημο‐ νεύει καὶ Ἀριστοτέλης. Βλάξ, βλακεύειν, βλακεύεσθαι καὶ βλάκες καὶ | |
15 | βλακικῶς· Πλάτων Γοργίᾳ, ὁ αὐτὸς Εὐθυδήμῳ. Βλιμάζειν. πειράζειν. Βλίττειν. ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. Πολιτείας θʹ. | |
20 | Βοτά, βοσκήματα. καὶ Βοτάνη, ὁ χόρτος. Βραβευτής, διοικητής, κριτής, παροχεύς. βραβευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον Βραβεύς. Πλά‐ των· „ἐπιστάτας τε καὶ βραβέας.“ ἐν δὲ τῷ Πρωτα‐ γόρᾳ· „βραβευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι.“ | |
25 | Βράττειν. ἀνακινεῖν, ὥσπερ οἱ τὸν σῖτον κα‐ θαίροντες. Βρενθυόμενος. γαυρούμενος καὶ ὀγκυλόμενος μετὰ βάρους. Βρενθυόμενος, ἐπαιρόμενος, μέγα φρονῶν. | |
30 | Βωμολοχία. κακολογία, ἀπὸ τοῦ λοχαγεῖν. | |
εἴρηται δὲ ἀπὸ τῶν τοὺς βωμοὺς λοχώντων | ||
beta981a | καὶ ἐπιτηρούντων τοὺς θύοντας, ἵνα με‐ ταιτῶσιν. | |
gamma981a(post2t) | Γ. | |
3 | Γάννυσθαι, φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι. Γαργαλίζει, κινεῖ, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει. | |
5 | Γεγανωμένος, λελαμπρυσμένος, ἐσκεπασμένος. Γέγονα ἔτη τοσαῦτα κάλλιον ἢ γέγονα ἐτῶν. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ἔτη γεγονὼς πλείω ἑβδομήκοντα.“ Γεγωνέναι καὶ γεγωνεῖν, ἐξάκουστον βοῆσαι. | |
10 | Γεῖσα. λίθοι εἰς θριγκία καὶ τοίχων πρόποδας παρεσκευασμένοι. Γελασείοντα, γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα. Γελοῖον. ἐφ’ ᾧ τις ἂν γελάσειεν, ἤγουν κατα‐ γέλαστον. | |
15 | Γένεθλα, γεννήματα. Γενέθλια, οὐ γενέσια λέγονται τὴν ἡμέραν τῆς γενέ‐ σεως. Πλάτων· „βασιλέως ἦν γενέθλια.“ οἱ δὲ Ἀθη‐ ναῖοι γενέσια. Γεννάδας. γενναῖος, εὐγενέστατος. | |
20 | Γενναῖος. ὁ εὖ γεγονώς. Γέννησιν, τὴν τῶν ἀφροδισίων μίξιν. Γεννηταί. οἱ τὰς φατρίας γεννῶντες. Φατρία δέ ἐστι φυλῆς μέρος τρίτον, ὅπερ καὶ τρι‐ τὺς λέγεται. | |
25 | Γεννήτης. καὶ ὡς Πλάτων ὁ Γεννήτωρ. ὁ δ’ αὐτὸς ἐπὶ ταὐτοῦ καὶ Γεννήτης ἔφη· „τὴν τοῦ γεννήτου ψυχὴν συλήσας.“ Γεννούστης· οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος. | |
τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον. | ||
gamma981b | Γενούστης παρὰ Πλάτωνι ἐν Φιλήβῳ ἐπὶ τῆς τοῦ θεοῦ ἐννοίας, οἷον ὁ γεννητικός. Γέρα Πλάτων ἕκτῳ Πολιτείας. Γερανοβοσίαι καὶ χηνοβοσίαι κατὰ Πλάτωνα. | |
5 | Γεωμόροι. οἱ κληροῦχοι. Γεωπεῖναι. οἱ μικρὰν καὶ λυπρὰν γῆν ἔχοντες. Γῆν ἰλλομένην. συγκεκλεισμένην καὶ περιειλημ‐ μένην. Ἰλλάδες γὰρ οἱ δεσμοί. Γηπέδων· Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. γήπεδον | |
10 | τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ Νόμων φησίν „ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.“ Γλυκὺς ἀγκών. οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔστι δὲ παροιμία, | |
15 | ὡς ἐπιφανούμενον. Γνωματεύοντα. διακρίνοντα καὶ διαγινώσκοντα. Γόητες. οἱ ἀπατεῶνες. Γόνιμα ἀγαθά, τὰ τῷ ὄντι ἀγαθά. Πολιτείας δευτέρῳ. Γραῶν ὕθλοι. ἡ παροιμία ἐπὶ τῶν μάτην ληρούντων. | |
20 | Γυμνοπαιδία. χοροὶ ἐν Σπάρτῃ τῆς Λακωνι‐ κῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυρέαις ἀποθανόντων Σπαρτιατῶν. | |
delta981b(post22t) | Δ. | |
23 | Δεδιττόμενος, ἐκφοβῶν. Δεῖγμα. τόπος ἐν Πειραιεῖ ἐν τῷ καλουμένῳ | |
25 | ἐμπορείῳ. Δείλης πρωΐας. τῇ πρὸ ἀρίστου ὥρᾳ. Δείλης ὀψίας. τῇ πρὸ δείπνου. Δειμάμενοι, οἰκοδομήσαντες. καὶ Δείμασθαι, οἰκο‐ | |
δομεῖν. | ||
delta982a | Δεκάζει. ὁ κρίσιν ὠνούμενος παρὰ δικαστοῦ. Δεκάζεται ὁ κρίσιν πιπράσκων. ἔνθεν ἀδέ‐ καστος ὁ μὴ πιπράσκων καλεῖται. Δεξαμενή φασι Πλάτωνα ἐπὶ τῆς κολυμβήθρας εἰρη‐ | |
5 | κέναι· ἐγὼ δὲ οὔ φημι ἀλλὰ Δεξαμένη τῷ τόνῳ εἶπεν ὡς ποιουμένη. Δεσμεύειν δεδεσμένον Πλάτων Φαίδρῳ, Εὐριπίδης Βάκχαις. Δεσποτῶ. Πλάτων δὲ τὸ Δεσποτοῦν ἀντὶ τοῦ δε‐ | |
10 | σπόζον εἴρηκε. Δεῦρ’ ἀεί, ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ „πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διε‐ ληλύθαμεν.“ Δεῦρο, ἀντὶ τοῦ ἔρχου. Πλάτων Πολιτείας τρίτῳ. | |
15 | Δευσοποιόν. ἔμμονον καὶ δυσαπόπλυτον. Δευσοποιός. κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄν‐ θος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυ‐ | |
20 | χρόνιον τὸ Δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν εʹ Πολιτείας. Δευτέρων ἀμεινόνων. παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καλὰ ὀφθῇ καὶ ἐπὶ δεύτερα τραπῶσι λέγοντες· δευτέρων | |
25 | ἀμεινόνων. μνημονεύει Πλάτων. Δημοποίητος. ὁ παρέγγραφος. Δημότης. εἷς ἐκ τοῦ δήμου καὶ ἰδιώτης. καὶ ἡ πόλις σὺν τῇ βουλῇ. Δημοσιεύειν, τὸ δημεύειν. Πλάτων Φαίδρῳ. | |
30 | Δημοῦσθαι. δημοκοπεῖν, παίζειν, εὐφραίνεσθαι. Δήπουθεν. ἔκ τινος τόπου ἢ ἀντὶ τοῦ δηλον‐ | |
ότι, ἴσον τῷ φανερόν. | ||
delta982b | Διαγράφειν. διαξύειν, ἀπαλείφειν, παράπτεσθαι. Διαγράφειν τὸ ἐξαλείφειν Πλάτων Πολιτείας γʹ. Διακομισθείς, διελθών. Διακορής. μεμεστωμένος. | |
5 | Διαλαγχάνειν. διαμερίζεσθαι, διακληροῦσθαι. Διὰ μέσου τείχους. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τούτων ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. | |
10 | Διαμπερές. δι’ ὅλου διῆκον. Διανεκεῖ λόγῳ, ὡς Πλάτων Ἱππίᾳ, Ἀττικοί· Διηνε‐ κεῖ Ἕλληνες. Διανενεύκαμεν. ἐπεραιώθημεν. Διὰ πάντων κριτής. Βοηθός φησιν ἐν τοῖς περὶ | |
15 | Πλάτωνος, ὅτι ὁ νομοθέτης ἐκέλευσε τοῖς κρίνουσιν γράφειν τὰ κεφάλαια ἕκαστον. Διαπορηθέντες, διαποροῦντες. Διαπρέπω τὸν δεῖνα, ἤτοι καλλωπίζω. Πλάτων ἐν Γοργίᾳ· „φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ | |
20 | διαπρέπεις μορφώματι.“ Διασφάξ. διατομὴ ὄρους. Διατεθρυλημένος τὰ ὦτα. οἷον κατηδολεσχημένος· ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς. Διατεθρυμμένος. διακεκλασμένος. | |
25 | Διαττᾷν. σήθειν. Διαφορά πάντες λέγουσι, Διαφορότης δὲ Πλάτων μό‐ νος ἐν Θεαιτήτῳ. Διαφορότητος Πλάτων Θεαιτήτῳ· παρ’ ἄλλῳ οὐχ εὗρον. | |
30 | Διαχεῖται, χαίρει, διαχέεται. Διδαξάμενος. τελέσας τι ὑπὲρ ἑτέρου διδα‐ | |
σκάλῳ. | ||
delta983a | Διδασκαλικός, Πλάτων Γοργίᾳ. Διηθεῖν. διυλίζειν. Διηρθρωμένον, δεδηλωμένον, ἠκριβωμένον. Διθύραμβος. ὕμνος εἰς Διόνυσον. | |
5 | Δικαιούμενος. κολαζόμενος. Δικαιωτήρια τὰ βασανιστήρια, ὡς Πλάτων· ὁ αὐτὸς καὶ Δικαιούμενον τὸν κολαζόμενον. Δίκη. ὅτε μὲν τὸ ἔγκλημα, ὅτε δὲ ἡ κόλασις, ὅτε δὲ ὁ τρόπος καὶ ἡ ὁμοιότης. | |
10 | Δίκη ἡ ἰδία, Γραφὴ ἡ δημοσία. Πλάτων ἐν τῷ Εὐ‐ θύφρων ἢ περὶ ὁσίου· „οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρον, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.“ Δίκηλα. μιμήματα, εἰκάσματα. Δινισμόν Πλάτων Πολιτείας ἕκτῳ. | |
15 | Διὸς κόρινθος· ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐῤῥέθη δὲ δι’ αἰτίαν τοιαύτην. Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι, καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέ‐ σβεις ἦλθον εἰς τὰ Μέγαρα, καὶ τοῦ δήμου μὴ προσέ‐ | |
20 | χοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· Οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κόρινθος. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· Παῖε τὸν Διὸς Κόρινθον. Διπλόον. ἐπὶ σιδήρου εἴρηται, ὅτ’ ἂν ἀπό τι‐ | |
25 | νος ἑνώσεως ἀπόλυσίς τις ᾖ εἰς παράθεσιν μᾶλλον ἢ ἕνωσιν· ἐπὶ δὲ ἤθους τροπικῶς τὸ μὴ ὑγιὲς δηλοῦν. Δὶς καὶ τρὶς τὸ καλόν. οὕτω χρὴ τὸ καλὸν πολλάκις λέγειν. | |
30 | Δὶς παῖδες οἱ γέροντες. ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐ‐ ηθεστέρων εἶναι δοκούντων. | |
Διωκάθειν. διώκειν ἐγκαλοῦντα ἢ τρέχοντα. | ||
delta983b | Διωλύγιον. ἐπὶ πολὺ διῆκον· ἐπὶ φαύλου δὲ αὐτῷ κέχρηται· πολὺ καὶ ἄμετρον. Διωλύγιον, μέγα. καὶ παροιμία· διωλύγιον κακόν, ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. διωλύγιον γάρ | |
5 | ἐστι τὸ μέγα καὶ ἐπὶ πολὺ διῆκον. Οὕτως „οὐ μακρὰ καὶ Διωλύγιος φλυαρία“ Πλάτων. Διωλύγιον. Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα „πράγματα διωλύγια“ ἀντὶ τοῦ μεγάλα. καὶ Πλάτων. Διωμοσία. ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γι‐ | |
10 | νόμενοι, τοῦ μὲν ὀμνύντος, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δέ, ὅτι οὐκ ἐποίησεν. Διωσόμεθα, ἀπωσόμεθα καὶ ἀποπεμψόμεθα. Δοκῶ. Ὥσπερ λέγομεν Δοκῶ μοι, οὕτω καὶ Μοι δο‐ κοῦμεν ἐπὶ πληθυντικοῦ. Πλάτων ἐν Θεαιτήτῳ· | |
15 | „καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.“ Δόξαις, ἀντὶ τοῦ δόξειας, Πλάτων Φαίδρῳ. Δόξασμα Πλάτων Φαίδρῳ. Δρόμοι. οἱ περίπατοι. Δρόμοις, τοῖς γυμνασίοις. | |
20 | Δρύοχοι. δρυόχους ἐν Τιμαίῳ καλεῖ τὰ στη‐ ρίγματα τῆς πηγνυμένης νηός. Δύναμαι, δύνασαι· Δύνῃ δὲ οὐδεὶς τῶν δοκίμων εἶ‐ πεν· — — —Ἐὰν δύνῃ δέ. Πλάτων ἐν Φαίδωνι· „ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διελθεῖν πάντα.“ | |
25 | Δυσαλθές, δυσίατον. Δυσήριδος καὶ δύσηρις Ἀττικοί, καὶ Πλάτων Νόμων θʹ, Δύσερις Ἕλληνες. Δυσμαῖς βίου, τῷ τέλει τῆς ζωῆς. Δυσχέρασμα. πονηρὰ δὲ τὰ Πλάτωνος ἐν Φιλήβῳ Δυσ‐ | |
30 | χεράσματα. Δυσωπεῖσθαι. ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν. | |
Δυσωπεῖσθαι ἀντὶ τοῦ φοβεῖσθαι Ἀττικοί, ὡς καὶ | ||
delta984a | Πλάτων ἐν Φαίδρῳ. χρῶνται δ’ αὐτῷ οἱ Ἕλληνες ἀντὶ τοῦ αἰδεῖσθαι. Δυσωποῦμαι παρὰ μὲν τοῖς ἀρχαίοις ἀντὶ τοῦ ὑφο‐ ρῶμαι καὶ ὑποπτεύω τίθεται, καθὰ καὶ Πλάτων ἐν | |
5 | Φαίδρῳ χρῆται. Δωδεκατημόριον, ἡ δωδεκάτη μοῖρα. Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον. εἴρηται δὲ καὶ [ὑπὸ] Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. | |
10 | Δωροδόκοι. καὶ οἱ διδόντες δῶρα, καὶ οἱ λαμ‐ βάνοντες. | |
epsilon984a(post11t) | Ε. | |
12 | Ἑαυτῷ. ἐπὶ τρίτου προσώπου. οἱ Ἀττικοὶ δὲ ἐπὶ δευτέρου κέχρηνται. Ἐγκάθετος, δόλιος, κατάσκοπος. | |
15 | Ἔγκοτον. ἔχθραν ἐνδιάθετον. Ἐγκύρτια. τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. χρῆ‐ ται δὲ ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει. Ἐγχρίμπτει. ἐγκυρεῖ, ἐνερείδει, πλήττει. Ἐγχυτρίστριαι, αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπι‐ | |
20 | φέρουσαι. Μίνως ἢ περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. Ἐγχυτριστρίας δὲ λέγεσθαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου· καὶ τὰς θρηνητρίας, ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. | |
25 | Ἐδῄωσαν τὴν γῆν. ἀντὶ τοῦ ἐδενδροτόμησαν. Ἐδίδαξα. ἐπαίδευσα αὐτὸς δι’ ἑαυτοῦ. Ἐδι‐ δαξάμην, ἐπαιδευσάμην δι’ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τούτου. | |
Ἕδος. τὸ ἄγαλμα. καὶ ὁ τόπος, ἐν ᾧ ἵδρυται. | ||
epsilon984b | Εἴ. — — —μετὰ δὲ ὑποτακτικῶν· — — —Πλάτων Νόμων δω‐ δεκάτῳ· „εἴ τέ τις θῆλυς ᾖ.“ Εἶεν. συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. | |
5 | Εἴθε ἀντὶ τοῦ ἄμποτε. τὸ Εἴθε ὁριστικῷ μᾶλλον ἢ ἀπα‐ ρεμφάτῳ συντάσσεται. — — —καὶ Πλάτων· „εἴθ’ ἔγρα‐ ψεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ.“ Εἰκάζων. οἰόμενος ἢ ὁμοιῶν. Εἰλόμενον. συνελαυνόμενον, συγκλειόμενον. | |
10 | Εἰλομένων. συνεσταλμένων, συγκεκλεισμένων. Εἴλησις. ἔκκαυσις. Εἰλυφόωσιν. εἰλοῦσι, συνάγουσιν. Εἰ μή τι, ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκι‐ βιάδῃ ἐχρήσατο· „εἰ μή τίς σου ἐραστὴς ἐντυγχάνει.“ | |
15 | Εἴξασι καὶ εἴκασι λέγεται ἀντὶ τοῦ ἐοίκασιν. Εἰσαγγελίαι. καθ’ ὧν μή εἰσι κολάσεις ὡρισ‐ μέναι κατὰ τοὺς κειμένους ἤδη νόμους. Εἰσῄει με τόδε καὶ εἰσῄει μοι. Πλάτων ἐν τῷ Φαίδων ἢ περὶ ψυχῆς· „διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεεινὸν | |
20 | εἰσῄει.“ καὶ πάλιν ἐν τῷ αὐτῷ· „οὔτε ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει.“ Εἰς καιρόν, εὐκαίρως. Εἰς πῦρ ξαίνειν. παροιμιακὸν ἐπὶ τῶν καθ’ αὑτῶν τι πραττόντων μάτην ἢ λεγόντων. | |
25 | Ἐκδειματούντων. Πλάτων ἐν τῇ δευτέρᾳ τῶν πολι‐ τειῶν· „μηδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμενοι αἱ μητέ‐ ρες τὰ παιδία ἐκδειματούντων.“ Ἔκλεξις Πλάτων πέμπτῳ Πολιτείας. Ἑκμήνου, τῶν ἓξ μηνῶν. | |
30 | Ἔκπλυτον, ἐξίτηλον, ἀφανές. Ἐκτεθνεῶτα, οἷον τὸν ἐν ἐσχάτοις ὄντα. | |
Ἐκ τῆς πληρεστάτης εἰς τὴν κενοτέραν. χρὴ | ||
epsilon985a | μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων. Πλάτων. Ἐλεεινός. — —Πλάτων ἕκτῳ Πολιτείας κατὰ τοῦ ἐλεη‐ τικοῦ τὸν ἐλεεινὸν τέθεικεν. | |
5 | Ἕλη. ἡλίου ἀλέα ἢ αὐγή. Ἔλθῃ, ἀντὶ τοῦ ἐλθέτω· Νόμων θʹ. Ἕλξις Πλάτων Πολιτείᾳ. Ἐμαλακίσθη. ἐνέδωκε καὶ ἀσθενῶς διετέθη ὑπὸ δειλίας. | |
10 | Ἔμβραχυ. συντόμως καὶ οἷον ἐν βραχεῖ. Ἐμὴν χάριν συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι. Ἐμμέλεια, εἶδος ὀρχήσεως. καὶ Πλάτων ἐπαινεῖ τὴν ὄρχησιν καὶ φησὶ ἢ ἀπὸ τοῦ μέλους ὠνομάσθη ἢ ἀπὸ | |
15 | τοῦ πρὸς τὰ μέλη γίνεσθαι. Ἐμπειρία. τριβὴ ἐκ πείρας. Ἐμποδών. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἐμπολέμια. τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔ‐ χρηστα. | |
20 | Ἐναγίζειν. θύειν. Ἔναγχος. ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. Ἐνάριθμος. Οὐ μόνον ἐναρίθμιος, ἀλλὰ καὶ ἐνάριθ‐ μος, συντασσόμενα ἀμφότερα καὶ πρὸς δοτικὴν καὶ πρὸς γενικήν. Πλάτων γὰρ „ἐνάριθμον τῶν πολλῶν“ | |
25 | λέγει. Ἔναυλος λόγος. ἔνηχος. Ἐνδίκως. δικαίως καὶ κατὰ δίκην. Ἐνδοῦναι. προδοῦναι, παραδοῦναι ἢ καὶ εἶξαι. | |
30 | Ἕνεκα καὶ εἵνεκα Πλάτων, Δημοσθένης καὶ οἱ ἄλλοι· Θουκυδίδης δὲ ἀεὶ Ἕνεκα. | |
Ἐνεός. ὁ ἐστερημένος φωνῆς. | ||
epsilon985b | Ἔνη καὶ νέα. ἡ τριακὰς καλουμένη· Ἔνον τὸ παλαιὸν καὶ Νέον τὸ νέον. Ἐνθράττειν. ὑποκινεῖν, ταράττειν. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν. παροιμία ἐπὶ | |
5 | τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτο‐ μένων δὲ τῶν μειζόνων· τουτέστι τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἐφιεμένων τῶν τελευταίων. Ἐντελεῖς. οἱ ἄρχοντες καὶ οἱ ἄρξαντες. Ἐντρεχῆ ἄνδρα. Πλάτων Πολιτείᾳ· Ἐντρεχέστατον. | |
10 | Ἐνωμοτία. τάγμα ποσόν. εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. Ἐξαμβλοῦν. διαφθείρειν τὸ κατὰ γαστρὸς διε‐ φθορὸς καὶ ἀποκτείνειν αὐτό. Ἐξαμφοτερίσαι. εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν | |
15 | λόγον. Ἐξάντη. τὸ ν ἔγκειται δι’ εὐστομίαν, ἀντὶ τοῦ ὑγιῆ καὶ ἔξω ἄτης. Ἐξειλῆσαι. τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. ἐοίκασι δὲ μεταφορικῶς λέγειν ἀπὸ τῶν ἐν | |
20 | τῷ παλαίειν ἑαυτοὺς ἀναλυόντων. λέγει γὰρ Πλάτων ἐν ἑβδόμῳ Νόμων περὶ πάλης οὕτως· „τὰ δὲ ἀπ’ ὀρθῆς πάλης ἀπ’ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως μετὰ φιλονεικίας τε καὶ καταστάσεως δια‐ πονούμενα.“ | |
25 | Ἐξενώθησαν Ἀττικοί, ὡς Πλάτων Νόμων αʹ, ἐξενί‐ σθησαν καὶ ἐπεξενώθησαν Ἕλληνες. Ἐξετασμός. ἀρίθμησις. Ἐξηγηταί. τρεῖς γίνονται Πυθόχρηστοι, οἷς μέλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. | |
30 | καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια. Ἐξομοργνύμενος. ἐκματτόμενος καὶ ἀποτυ‐ | |
πούμενος. | ||
epsilon986a | Ἐξοστρακισμός. φυγὴ δεκαετής. Πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, δι’ ὧν εἰσιὼν πολίτης ἕκαστος ὄστρακον τίθησιν ἐπιγεγραμμένον· τούτων δὲ ὑπὲρ ἑξακισχίλια | |
5 | γενομένων φυγὴ δεκαετὴς καταψηφίζεται τοῦ κρινομένου. Ἐξωμοσία. ἔνορκος παραίτησις δι’ εὔλογον αἰ‐ τίαν. Ἐπαγωγαί. ἀγωγαὶ δαίμονος φαύλου ἐπί τινα | |
10 | γενόμεναι. Ἐπάν καὶ ἐπειδάν. εὕρηται δὲ ἐπὶ πλέον τὸ ἐπειδάν. Πλάτων ἐν τῷ δευτέρῳ τῶν πολιτειῶν· „ἐπὰν ἀνα‐ νεώσωμαι τὸν Θρασυμάχου λόγον.“ Ἐπανορθοῦμαι κάλλιον ἢ ἐπανορθῶ. Πλάτων ἐν τῇ | |
15 | πρώτῃ τῶν πολιτειῶν „καὶ δεῦρο ἰὼν ἐπηνορθούμην.“ Ἐπάρας. ἀναπείσας. Ἐπέκεινα, ἐπιτάδε, Πλάτων περὶ ψυχῆς. Ἐπελάβετό μου, οὕτως εἰπόντος Πλάτωνος Πολιτείας τρίτῳ. | |
20 | Ἐπεπόνθη, ἀντὶ τοῦ ἐπεπόνθειν. Καὶ ἑωράκη ἀντὶ τοῦ ἑωράκειν. καὶ ᾜδη ἀντὶ τοῦ ᾔδειν. Ἐπεσφάλακεν. οἱ μὲν ἐσπάσθη, οἱ δὲ ἐσά‐ πη ἢ παρὰ καιρὸν ἀτροφῆσαν ἐμαράνθη. Ἐπετίμα. ηὔξει τὴν τιμήν. | |
25 | Ἐπήβολοι. οἱ ἐπιτυχῶς βάλλοντες· βάλλειν | |
γὰρ τὸ τυχεῖν· ἢ οἱ ἐντυγχάνοντες. | ||
epsilon986b | Ἐπηλυγάζονται. ἐπικρύπτονται, ἐπισκιάζον‐ ται. Λύγη γὰρ λέγεται ἡ σκιά. Ἐπηλυγασάμενος, σκεπάσας, καλύψας. ἠλύγη γὰρ ἡ σκιά. | |
5 | Ἔπηλυς. ὁ ἄλλοθεν ἐπεληλυθώς, τουτέστιν ὁ ἀλλοεθνής. Ἐπῆρας, ἀνέπεισας. Ἐπίβδαι. αἱ μετὰ τὰς ἑορτὰς ἡμέραι, ἐν αἷς τοῖς ὑπολειφθεῖσι σιτίοις καὶ ποτοῖς χρῶνται | |
10 | Ἀθηναῖοι. Ἐπιβολή. ἡ εἰσφορά. Ἐπίβολος, ἐπιτευκτικός, ἐπιτυχής, ἐγκρατής· ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν, ὃ σημαίνει τὸν τυγχάνοντα τοῦ σκοποῦ. μετῆκται γὰρ ἀπὸ τῶν πόῤῥωθεν ἐπιβο‐ | |
15 | λὴν ποιουμένων, ὥστε τυχεῖν. οὕτω τῇ λέξει καὶ οἱ μεθ’ Ὅμηρον κέχρηνται. Πλάτων Νόμων πρώτῳ· „ἐπήβολοι γεγόνασι τῆς καλλίστης ᾠδῆς.“ τετάρτῳ· „παιδείας γίνονται κατὰ δύναμιν ἐπήβολοι.“ Ἐπιγνώμονας, ἀντὶ τοῦ ἐπισκόπους. | |
20 | Ἐπιδεᾶ, ἐνδεᾶ, ἐλλιπῆ. Ἐπιδέξια δηλοῖ παρὰ μὲν Πλάτωνι τὸ δεξιῶς· „ἀνα‐ βάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια.“ Ἐπὶ κόῤῥης, ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. Ἐπιστήματα, στῆλαι ἐπιτάφιοι. | |
25 | Ἐπιστολή, ἐπίσκηψις, ἐντολή. — — —καὶ ὁ Πλάτων· „μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶς.“ | |
Ἐπιστρέφομαι ἐγώ, ὡς Πλάτων ἐν τῷ Ἀξίοχος ἢ | ||
epsilon987a | περὶ θανάτου· „ἐπιστραφεὶς δὲ Κλεινίαν ὁρῶ τὸν Ἀξιόχου.“ Ἐπιτηδείους οὐχ ὥσπερ ἐν τοῖς Ὑπομνήμασιν μόνους τοὺς ἐκ γένους προσήκοντας, ἀλλὰ καὶ τοὺς ἑταίρους, | |
5 | ὡς Πλάτων Φαίδωνι. Ἐπιψηφίζω ἕτερον ἀντὶ τοῦ μάρτυρα ἐφ’ οἷς λέγω καλῶ. Πλάτων ἐν Γοργίᾳ· „μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας.“ καὶ αὖθις ἐν τῷ αὐτῷ λόγῳ· „καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι.“ | |
10 | Ἐπιώψατο, κατέλεξεν, ἐξελέξατο. ἔστι δ’ Ἀττικόν. — — — Πλάτων ἐν Νόμοις. Ἐπωβελία, ὁ τόκος. ὑπὸ Πλάτωνος Νόμων ιαʹ. Ἐρεσχηλεῖν πολὺ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ καὶ παρὰ Ἴωσιν· γέγονε δὲ ἀπὸ τοῦ ἐρᾷν καὶ ἀπὸ τῆς | |
15 | λέσχης. Ἐρίῳ στέψαντες, ἀντὶ τοῦ στέμμα περιθέντες· Πλά‐ των Πολιτείας ιʹ. Ἕρμαιον. εὕρεμα· ἀπὸ τοῦ ἐν ἔθει λεγομένου Κοινὸς Ἑρμῆς. | |
20 | Ἔῤῥε. φθείρου, ἀπαλλάττου. Ἐρυμνά. τὰ ἐχυρὰ καὶ τὰ δυσπρόσβατα χωρία. Ἐρυσίβη. μιλτώδης δρόσος. Πάχνη δὲ δρόσος χιονώδης. Ἑστιάτωρ, ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· Δαι‐ | |
25 | τυμόνες δὲ οἱ ἀριστηταί. Ἑταιρίστριαι. αἱ καλούμεναι τριβάδες. Ἑταιρότερος οὐχ εὕρηται, ἐμοὶ δοκεῖν διὰ τὸ οὐκ εὔφωνον. Ἑταιρότατος δὲ Πλάτων ἐν Γοργίᾳ· „ταῦτα ἐμοὶ συμβουλεύοντος, ἅπερ τοῖς σαυτοῦ ἑται‐ | |
30 | ροτάτοις. καὶ ἐν Φαίδωνι· „οὓς ἃν ἡγήσαιτο οἰκειο‐ τάτους τε καὶ ἑταιροτάτους.“ Ἔτνος. ὄψον ἐξ ὀσπρίου. | |
Εὔβοτον, καλὰ βοσκήματα ἔχον. | ||
epsilon987b | Εὐερκής. εὖ τετειχισμένη. Εὐήθης, ὁ ἀγαθός. — — — —Πλάτων Πολιτείας τετάρτῳ. Εὐήνιος, ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ | |
5 | Πλάτωνι ἐν θʹ τῶν Νόμων. Εὐηνίως. ἀφιλονείκως. Εὐήτριον, ἱμάτιον εὐυφές· ἢ τὸ ὁμαλὸν ὕφασμα. Εὐθὺ λυκείου. ἐπ’ εὐθείας εἰς Λύκειον. τό‐ πος δέ ἐστιν Ἀθήνησιν. | |
10 | Εὐθὺ λυκείου· τὸ εἰς Λύκειον· ὅθεν Ἐρατοσθένης καὶ διὰ τοῦτο ὑποπτεύει τοὺς Μεταλλεῖς· καὶ Εὐρι‐ πίδης οὐκ ὀρθῶς· „Τὴν εὐθὺς Ἄργους καὶ Ἐπιδαυ‐ ρίας ὁδόν.“ Εὐθύναι. δίκαι κατὰ τῶν ἀρξάντων κακῶς. | |
15 | Εὐθύναι, οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ Εὔθυνοι οἱ τούτους ἀνακρίνοντες· Νόμων ιβʹ· „εἰ δὲ μὴ τού‐ τους κατευθύνειν αὐτοὺς κατευθύνοντα.“ καὶ μετ’ ὀλίγα· διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι.“ ἡμεῖς τούτους λογιστὰς λέγομεν. | |
20 | Εὔθυνοι, δικασταί, εὐθυνταί· οὓς ἡμεῖς λογιστὰς λέγο‐ μεν. παρὰ τὸ εὐθῦναι. Νόμων δωδεκάτῳ· „διὸ δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν με‐ τεῖναι.“ Εὔκρας· εὔκρατος. | |
25 | Εὐκταῖον ἑνικῶς παρ’ οὐδενὶ τῶν παλαιῶν εἰ μὴ παρὰ Πλάτωνι ἐν Νόμοις. Εὐκτὸν λέγεται, οὐχὶ εὐκταῖον. — —Τὸ δὲ εὐκταῖον ἐν Νόμοις Πλάτωνος ἐπὶ τοῦ κατευγμένου καὶ οἷον κατ’ εὐχὴν ἀποδιδομένου καὶ ἀξίου εὐχῆς. | |
30 | Εὔμορφον. παρ’ οὐδενὶ εὗρον, ἀλλὰ εὐπρεπῆ. Εὐμορ‐ φίαν παρὰ Πλάτωνι ἐν Νόμοις καὶ παρὰ Ξενοφῶντι, σπάνιον δέ. Εὐπαθεῖν τὸ ἡσθῆναι καὶ Εὐπάθειαν τὴν ἡδονήν. | |
Πλάτων Πολιτείας ἕκτῳ καὶ τετάρτῳ. | ||
epsilon988a | Εὖ πράττειν. οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλά‐ τωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. Εὐρώς. ὑγρότης σεσηπυῖα. Εὔχομαι καὶ προσεύχομαι παρὰ τοῖς ῥήτορσιν ἀεί. εὐχὴ | |
5 | δὲ καὶ ἅπαξ Προσευχή, ὡς ὁ Πλάτωνος λόγος Ἀλκι‐ βιάδης ἐπιγραφόμενος ἢ Περὶ προσευχῆς. Εὔχομαι, εἰ μέν ἐστιν ἀντὶ τοῦ ὑπισχνοῦμαι, ἀεὶ πρὸς μέλλοντα. Πλάτων ἐν Φαίδωνι· „τῷ οὖν Ἀπόλλωνι εὔξαντο, ὡς λέγεται, τότε εἰ σωθεῖεν ἑκάστου ἔτους | |
10 | θεωρίαν ἀπάξειν εἰς Δῆλον.“ εἰ δὲ ἀντὶ τοῦ παρα‐ καλῶ, πρὸς παρῳχημένον. Πλάτων ἐν τῷ Ἀξίοχος ἢ περὶ θανάτου· „εὐξάμενοι τὸ κράτιστον αὐτοῖς γε‐ νέσθαι.“ Ἐφέται. πεντήκοντά εἰσιν οὗτοι οἱ ἀπὸ Δρά‐ | |
15 | κοντος περὶ φόνου δικάζοντες κριταί. Ἐφίππιον, ἀγώνισμα ἐφ’ ἵππων τρεχόντων. Ἔφοροι. πέντε μείζους καὶ πέντε ἐλάττους. Ἐχέγγυον. τὸν διὰ πίστεως ἄξιον οὕτως καλεῖ. Ἐχέγγυος, ὁ ἀσφαλὴς ἐγγυητής, ὁ διὰ πίστεως ἄξιος. | |
20 | Ἐχθοδοπόν. ἐχθροποιόν. Ἕψανον, ἁπαλόν· καὶ Ἀτέραμνον τὸ δυσέψανον· οὕτω Πλάτων. Ἑωράκη· τὸ πρῶτον πρόσωπον, ὡς Ἐπεπόνθη καὶ ἐπεποιήκη καὶ ᾔδη. Πλάτων τοῖς τοιούτοις χρῆ‐ | |
25 | ται σχηματισμοῖς. | |
zeta988a(post25t) | Ζ. | |
26 | Ζάλη, μεγάλη ἄελλα, ἀπὸ τοῦ σφόδρα ἀλίζεσθαι. Πλά‐ των Πολιτείᾳ· „οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τειχίον ὑποστάς.“ καὶ ἐν Τιμαίῳ· „εἴτε ζάλη πνεύματος ὑπὸ ἀέρος φερο‐ | |
30 | μένη καταληφθείη.“ συστροφὴν γὰρ καὶ συρμὸν βού‐ λεται δηλοῦν· τινὲς ἄνεμος λάβρος· πνεῦμα θορυβῶ‐ δες· Κλήμης· δύναται ζάλη τις εἶναι μεγάλη συστροφὴ ἀνέμου· τινὲς ζάλην τὴν χάλαζαν. | |
Ζειραί. χιτῶνες ἀνακεκολλαμμένοι. | ||
zeta988b | Ζευγνύασι κάλλιον ἢ ζευγνῦσι· τὸ δὲ ζευγνύουσι κοι‐ νόν. ὡσαύτως καὶ Κτιννύασιν ἢ κτιννῦσι. Πλάτων ἐν Γοργίᾳ· „τί δ’; οὐχ ὥσπερ οἱ τύραννοι ἀποκτιν‐ νύασί τε, ὃν ἂν βούλωνται;“ | |
5 | Ζήσει Πλάτων Πολιτείας ἕκτῳ, οὐ ζήσεται. Ζυγομαχεῖν. εἴργεσθαι ὑπό τινος. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν ἀλλ’ ὡς δυνάμεθα. ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. κέχρηται Πλά‐ των ἐν Ἱππίᾳ. | |
10 | Ζώπυρα. τοῦ ζῇν ποιητικά. Ζωπυρῶ, οὐ πυρός τι ὑποκρύπτω· ἀφ’ οὗ καὶ Ζώπυρον. Λουκιανὸς ἐν Τίμωνι· „ζώπυρον τοῦ ἀνθρωπείου γέ‐ νους,“ ἤγουν ὑπόλειμμα. εἴληφε δὲ καὶ τοῦτο ἐκ τοῦ Πλάτωνος λέγοντος· „μικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώ‐ | |
15 | πων γένους.“ Ζώσαντες ἀντὶ τοῦ ζήσαντες Πλάτων Νόμων βʹ. | |
eta988b(post16t) | Η. | |
17 | Ἦ ἀντὶ τοῦ ὑπῆρχον ὡς παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν· „ἦ γὰρ ἐγὼ ξένος ἄνθρωπος.“ καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. | |
20 | Ἦ χωρὶς τοῦ ν περισπωμένως ἀντὶ τοῦ ἔα, ἤμην. Περὶ ψυχῆς· „καὶ αὐτὸς οὐκ ἦ μυθολόγος.“ ἢ σὺν τῷ ν. Ἦ γάρ; οὐχ οὕτως; Ἡγεμονεύειν Πλάτων Πολιτείας τετάρτῳ. Ἦγεν· ἐν Τιμαίῳ· ἡγεῖτο. | |
25 | Ἠγμένος, πεπαιδευμένος. Ἡγουμένου· Πολιτείας θʹ· ὑπ’ αὐτοῦ τοῦ Ἔρωτος πά‐ σαις ταῖς δορυφόροις ἡγουμένου“ ἀντὶ τοῦ πασῶν προηγουμένου τοῦ Ἔρωτος. Ἦ δ’ ὅς· οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς. | |
30 | διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρ‐ θρον τὸ ὅς· καὶ ἦ ἀντὶ τοῦ ἔφη· „ἀλλὰ περιμενοῦμεν, ἦ δ’ ὃς ὁ Γλαύκων.“ καὶ Ἦν δ’ ἐγώ ἀντὶ τοῦ ἔφην δ’ ἐγώ. | |
Ἡδύς. εὐήθης καὶ ἄφρων. | ||
eta989a | Ἡδύς. εὐήθης. ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύς παρὰ Πλάτωνι ὁ εὐήθης καὶ ἄφρων. Ἦια δισυλλάβως τὸ ἐπορευόμην σὺν τῷ Ι γράφεται. οἱ γοῦν Ἴωνες Ἤϊα λέγουσι, καὶ Ἤισαν τὸ ᾔεσαν. | |
5 | Ἤιδη, ἀντὶ τοῦ ᾔδειν. Εὐθύδημος· καὶ τῶν δὴ περὶ ψυχῆς· „ἀλλὰ σχεδὸν μέν τι ἤδη ὁ Κρίτων.“ Ἠΐθεος. ἄφθαρτος πρὸς γυναῖκας. Ἥκιστα. οὐ πάνυ. Ἠλύγη, σκιά, σκέπη· καὶ Ἐπηλυγησάμενος παρὰ | |
10 | Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος. Ἡμεδαπός. ἡμέτερος πολίτης. Ἡμερινὸν φῶς Πλάτων Πολιτείας τετάρτῳ. Ἡμίσεως, ἐπίῤῥημα. Πλάτων Πολιτείας ἕκτῳ. Ἦν δ’ ἐγώ, ἔφην δ’ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀρι‐ | |
15 | στοφάνει. Ἦν δ’ ἐγώ, ἔφην δ’ ἐγώ. Ἀττικὴ δὲ ἡ λέξις καὶ ἡ σύν‐ ταξις. μάλιστα δὲ αὐτῇ συνεχῶς κέχρηται καὶ κατακό‐ ρως ὁ Πλάτων. καὶ ἦ δ’ Ὅς ἀντὶ τοῦ ἔφη ἐκεῖνος. Ἠπίαλος. ὁ ῥιγοπύρετος. | |
20 | Ἦπου. ἄραγε, μονονουχί, αὐτίκα μάλα. Ἡρακλέες. Πλάτων Θεαιτήτῳ· „μυρίοι ἤδη μοι Ἡρα‐ κλέες καὶ Θησέες ἐντυχεῖν.“ Ἡρακλεία λίθος, ἣν ἔνιοι Μαγνῆτιν λέγουσιν, οὐκ ὀρ‐ θῶς. διαλλάττουσι γάρ. καὶ ἡ μὲν ἐπισπωμένη τὸν | |
25 | σίδηρον Ἡρακλεία ἐστίν, ἡ δὲ ἑτέρα παραπλήσιος ἀρ‐ γύρῳ. ὥστε Πλάτων ἁμαρτάνει τὴν αὐτὴν ὑπολαμβά‐ νων Μαγνῆτιν καὶ Ἡρακλείαν ἐν Ἴωνι. καὶ γὰρ αὐτὸς ἀλλαχοῦ ἑτέρως καὶ ἑτέραν φησί. κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας τῆς ἐν Λυδίᾳ πόλεως. διὸ καὶ Σο‐ | |
30 | φοκλῆς Λυδίαν λίθον αὐτὴν καλεῖ, οἱ δὲ Σιδηρῖτιν, οἱ δὲ Ἡρακλεῶτιν. Ἡρακλείαν λίθον τινὲς τὴν Μαγνῆτιν ἀπέδοσαν διὰ τὸ τὴν Ἡρακλείαν τῆς Μαγνησίας εἶναι. οἱ δέ, ὅτι | |
ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶτις, ἡ δὲ | ||
eta989b | Μαγνῆτις ὁμοία ἐστὶν ἀργύρῳ, ὡς Εὐριπίδης ἐν Οἰ‐ νεῖ— τὰς βροτῶν γνώμας σκοπῶν· —ὥστε μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν· | |
5 | οὐ λέγει νῦν ὑπὸ τῆς μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμέ‐ νων ὡς ἐπὶ ἀργύρῳ. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσ‐ | |
10 | μεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν Ὑπὸ διός, καὶ φασὶ δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ· Κλήμεντος ἡ ἱστορία· καὶ παρ’ Ἐπιχάρμῳ ἐν Κωμασταῖς ἢ Ἡφαίστῳ. Ἤσχαλλον. ἐδυσχέραινον. | |
15 | Ἤτριον. τὸ τοῦ ὑφάσματος πλέγμα. Ἦτρον. ὁ μεταξὺ ὀμφαλοῦ τε καὶ αἰδοίου τόπος, ἔνθα μάλιστα Γίνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. Ἠχήν, ἦχον ἢ φήμην. | |
theta989b(post19t) | Θ. | |
20 | Θαλλός. πᾶν τὸ θάλλον. κυρίως δὲ ὁ τῆς ἐλαίας κλάδος. Θαμίζεις, πυκνάζεις, συχνάζεις. Θανατήριον ἀξιοῦσιν οὐ Θανάσιμον λέγειν. Πλάτων Πολιτείας δευτέρῳ. | |
25 | Θαυμαστὴν ὅσην, τουτέστιν λίαν πολλήν, ὥστε θαυ‐ μάσαι. Θαυμαστότερον· οὕτως Πλάτων. Θαύματα. νευροσπάσματα. Θεηπολεῖν. θεῶν εἰκόνας ἔχοντα περιπολεῖν, | |
30 | ἀργύριον εἰσπρασσόμενον. | |
Θεμιτόν. — — —Πλάτων περὶ ψυχῆς. | ||
theta990a | Θεοπολεῖν, τὸ περὶ θεοὺς ἀναστρέφεσθαι. Θέρμη. ὁ πυρετός. Θεσμοθέται. νομοθέται ἢ νομοφύλακες. Θεωρία ἡ θυσία. Πλάτων ἐν Φαίδωνι· „ἑκάστου ἔτους | |
5 | θεωρίαν ἀπάξειν εἰς Δῆλον.“ Θηλάζειν Πλάτων Πολιτείας τρίτῳ. Θής Ἀττικοί, οὐ μισθαρνός· καὶ Θητεύει, οὐ μισθαρ‐ νεῖ. Πλάτων ἐν Εὐθύφρονι· „ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρ’ ἡμῖν.“ | |
10 | Θόλος. οἶκος περιφερής, ἐν ᾧ οἱ Πρυτάνεις συνειστιῶντο. Πρυτανεῖον δὲ ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον. Θολῶσαι. θολερὸν ποιῆσαι. Θράττει. ταράττει, κινεῖ. | |
15 | Θράττει, οἷον ταράττει, κατὰ συγκοπὴν καὶ τροπὴν γε‐ γενημένον. Θυήματα. θυμιάματα. ἄλφιτα δέ ἐστι ταῦτα οἴνῳ καὶ μέλιτι δεδευμένα. Θυηπολοῦσι. περιπολοῦσι, διὰ θυσιῶν ὑπι‐ | |
20 | σχνούμενοι θεοὺς ἐξιλάσκεσθαι. Θυηπολοῦσι, περὶ τὴν θυσίαν ἀναστρέφονται. Θυραυλεῖν. ἔξω τῶν θυρῶν αὐλίζεσθαι καὶ ἀναστρέφεσθαι. Θῶπες. οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ τινὶ | |
25 | προσιόντες ἐπὶ κολακείᾳ. | |
iota990a(post25t) | Ι. | |
26 | Ἰατρεύειν Πλάτων Πολιτείας δευτέρῳ. | |
Ἰδέα ἡ μορφή. καὶ ἀπὸ τούτου ἰδέαι αἱ ὁδοὶ καὶ οἱ | ||
iota990b | τρόποι. καὶ παρὰ Πλάτωνι Ἰδέαι οἱ τύποι τῶν οὐσιῶν, ἀνθρωπότητος καὶ βοότητος καὶ τῶν ἄλλων. Ἰδέας, μορφάς, ἐν Ἀλκιβιάδῃ· ἀπὸ τοῦ ἰδέσθαι. Ἰδίαις δαπάναις, ταῖς ἰδιωτικαῖς. | |
5 | Ἰδίειν. ἱδροῦν. Ἰδίειν, ἱδροῦν. καὶ Ἀνιδιτί, τὸ ἀνιδρωτί. Ἴδιον. ἰδιωτικόν. Ἰδιώσασθαι, ἰδιοποιήσασθαι. Ἰδίωσις Πλάτων τετάρτῳ Πολιτικῶν. | |
10 | Ἰδιωτεύειν Πλάτων Γοργίᾳ. Ἱεράτω. κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω. Ὀρ‐ γεῶνες γὰρ οἱ θύται. Ἱερομηνία. μήν, ἐν ᾧ ἡμέραι εἰσὶν ἑορταστικαί. Ἱερομνήμονες. οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι | |
15 | γραμματεῖς. Ἱερὸν ἡ συμβουλή. ἐπὶ τῶν δεινῶν συμβουλεύειν. Ἱερόν τι νεωκορήσας, ἀντὶ τοῦ εὐφημότερον ἱερα‐ τεύσας. Ἴκταρ. ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. | |
20 | Ἴκταρ, πλησίον, ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία Οὐδ’ ἴκταρ βάλλει. Εἴρηται δὲ κατὰ γλῶτταν ὥσπερ τὸ Διωλύγιον. Ἶκταρ. Πλάτων Πολιτείᾳ „οὐδὲ ἶκταρ,“ ὅπερ ἐστὶν οὐδὲ ἐγγὺς ἢ βραχέα. | |
25 | Ἱλεώμενοι, ἀντὶ τοῦ ἱλασκόμενοι. Πλάτων Νόμων ἑβδόμῳ. Ἱμᾷν. ἀνέλκειν, ἀνασπᾷν. Ἰνδάλλεται. φαντάζεται. Ἰνδάλλεται, καταφαίνεται, ὁμοιοῦται. | |
30 | Ἰπνοπλάθαι. φουρνοπλάσται. | |
iota991a | Ἱππαγρέται. τρεῖς οὗτοι ἐγένοντο ἄρχοντες ἐν Σπάρτῃ. Ἱππέας εἰς πεδίον προκαλεῖ, δηλονότι ἔνθα ἂν εὐημερῇ τις· τὰ γὰρ ἱππικὰ ἐν πεδίῳ κρατεῖ· Πλάτων | |
5 | εἰς τὸν Θεαίτητον ἐχρήσατο. Ἰσοτελής ὁ χωρὶς ζημίας ἐπιδημῶν ἴσα τοῖς πολίταις. Ἰσχυρικώτερον Πλάτων Θεαιτήτῳ. Ἰταλικόν Πλάτων Γοργίᾳ. | |
10 | Ἰών καὶ ἰέναι καὶ ἐπὶ τῶν τριῶν χρόνων εὕρηται, ὡς Πλάτων ἐν Φαίδωνι ἐπὶ μὲν ἐνεστῶτος· „ἀεὶ ἀνάπλεα τοῦ σώματος ἐξιέναι.“ ἐπὶ δὲ παρῳχημένου καὶ μέλ‐ λοντος· „ὥστε μοι παρίστασθαι ἐκεῖνον, μηδ’ εἰς Ἅι‐ δου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε | |
15 | ἀφικόμενον εὖ πράξειν.“ ἐνταῦθα γὰρ τὸ μὲν Ἰόντα παρῳχημένος, τὸ δὲ Ἰέναι μέλλων, ἐπειδὴ καὶ τὸ ἐπαγόμενον τὸ Εὖ πράξειν. — — —τὸ δὲ Ἴθι ὡς ἐπι‐ τοπλεῖστον μὲν ἐπὶ παρῳχημένου ἀντὶ τοῦ ἐλθέ· εὑρί‐ σκεται δὲ καὶ ἐπὶ τοῦ ἐνεστῶτος ἀντὶ τοῦ ἔρχου. Πλά‐ | |
20 | των ἐν πρώτῳ τῶν πολιτειῶν· „ἀλλὰ τοῖσδέ τε τοῖς νεανίαις ξύνιθι καὶ δεῦρο παρ’ ἡμᾶς φοίτα.“ | |
kappa991a(post21t) | Κ. | |
22 | Καδμεία νίκη· παροιμία. λέγεται ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθησαν, οἱ δὲ ὅτι | |
25 | Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγη‐ μεν. τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν. ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ηʹ ἔτη. | |
30 | Καθαίρωμεν, ἀντὶ τοῦ διακαθαίρωμεν, Πολιτείας γʹ. Καθεδοῦμαι. — — —καὶ Πλάτων· „πρόαγε δὴ καὶ σκό‐ πει ἅμα, ὅπου καθεδούμεθα.“ | |
Καθῆστο ἀντὶ τοῦ ἐκάθητο Πλάτων. | ||
kappa991b | Καθιζησόμεθα, ἀντὶ τοῦ καθεδούμεθα. Πλάτων Φαίδρῳ. Καὶ τάχει ἴμεν. καὶ ταχέως πορευσόμεθα. Καὶ τὸ τοῦ λύκου. Φασὶ λύκον ἰδόντα τὸν ποιμένα | |
5 | ἢ καὶ κύνα τῶν ποιμενικῶν πρόβατον ἐσθίοντα εἰπεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετο ἄν. Κάκη. ἡ κακία, ὡς πλάνη καὶ ζάλη. Κάκη, ὡς Πλάτων, Ἀττικοί· κακία Ἕλληνες. Κάκη, κακία· οὕτως Πλάτων. | |
10 | Κάκη, δειλία καὶ κακία, ἐν ᾧ τὸ μετὰ κακίας περιποι‐ εῖσθαι τὸ ζῇν ῥιπτοῦντα τὰ ὅπλα διαβέβληκε Νό‐ μων ηʹ. Κάκη βαρέως ἡ κακία· ἐν Νόμοις Πλάτων· „μετὰ κάκης μᾶλλον ἢ μετὰ ἀνδρείας.“ | |
15 | Καλὰ δὴ παταγεῖς, ἀντὶ τοῦ λέγεις. Καλλωπίζεσθαι, οἷον καλοκἀγαθίαν ἐνδείκνυσθαι ἢ σεμνύνεσθαι· οὕτω Πλάτων. Καραδοκεῖν. τὸ τοῦ πράγματος κεφάλαιον ἐπι‐ ζητεῖν καὶ ἐπισκοπεῖν, ὅπῃ χωρήσῃ. | |
20 | Καταβολή. περιοδικὴ λῆψις πυρετοῦ. Κάταγμα. ἐρίου σπάσμα καὶ μήρυμα. Κάταντες, καταφερές. Καταντικρύ, κατ’ ἐναντίον. „Καταντικρὺ καὶ κατευθὺ τῇ τὰ οἰκεῖα συναγούση ἀποτυπώματα.“ | |
25 | Καταποντοῦν, καταποντίζειν. Καταποντωθῆναι, κινδυνεῦσαι. Κατασκεδάζειν. Ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύναν‐ ται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱμα‐ | |
30 | τίων τῶν συμποτῶν, ὅπερ ἔλεγον Κατασκεδάζειν. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. Κατατείνας ἐρῶ, ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύσο‐ μαι. Πολιτείας βʹ· „διὸ κατατείνας ἐρῶ.“ Καταψήχεται, ἀντὶ τοῦ καταψύχεται τῆς γλισχρότητος | |
35 | χωριζομένης, ἢ καταψᾶται. οὕτως Πλάτων ἐν Τιμαίῳ. | |
kappa992a | Κατεαγέναι καὶ καταγῆναι καὶ κατάξαι. Πλάτων ἐν Γοργίᾳ· „κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν κα‐ τεαγέναι δεῖν, κατεαγὼς ἔσται αὐτίκα.“ Κατευθύνω. τὸ δὲ καταδικάζειν Κατευθύνειν εἶπε | |
5 | Πλάτων. Κατεύχεσθαι, τὸ καταρᾶσθαι· οὕτω Πλάτων. Κατεύχεσθαι τῶν ἀχαιῶν ἀντὶ τοῦ, κατὰ τῶν Ἀ‐ χαιῶν εὔχεσθαι· οὕτως Σοφοκλῆς. Κατηγορῶ. — —εὕρηται δὲ ἀεὶ μὲν ἐνεργητικῶς, ἅπαξ δὲ | |
10 | καὶ παθητικῶς κατηγοροῦμαι ἀντὶ τοῦ κατηγορῶ. Πλάτων ἐν Γοργίᾳ· „εἰ αὐτοῦ τις κατηγοροῖτο.“ Κατῆρεν. κατέπλευσεν. Κατοκωχή. ἔντοι ἀντὶ τοῦ Κατοχή. Κατόπιν. μετὰ ταῦτα. | |
15 | Κατόπιν, οὐ κατόπισθεν. Πλάτων ἐν Γοργίᾳ· „κα‐ τόπιν ἑορτῆς ἥκομεν.“ Κατορώρυκται, κατακέχωσται. Καχυπότοπος, καχύποπτος· τοπάσαι γὰρ τὸ ὑπονο‐ ῆσαι. | |
20 | Κεκόμψευται. πεπιθάνευται. Κεραμεικοὶ δύο· ὁ μὲν ἔνδον τείχους, ὁ δὲ ἐκτός, ἔνθα τοὺς ἐν πολέμῳ τελευτῶντας ἔθαπτον. Κερασβόλον. ἄτηκτον καὶ μὴ εἶκον παιδείᾳ, | |
25 | ἀλλ’ ἀπηνὲς ὄν. εἴρηται δὲ ἀπὸ τῶν σπερ‐ μάτων, ἅτινα κατὰ τῶν κεράτων βαλλόμενα ἄτηκτα καὶ ἀνέψητα μένει. Κερασβόλον ἔστι μὲν τῶν ἅπαξ εἰρημένων τῷ Πλά‐ τωνι. φαίνεται δὲ ἐπὶ σπερμάτων ταττόμενον τῶν | |
30 | οὔτε ἐκφερόντων καρπὸν οὔτε πυρὶ οὔτε ὕδατι τηκο‐ μένων. ταῦτα γὰρ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντα τῶν βοῶν, ἀφ’ ὧν καὶ | |
τὸ ὄνομα ἔσχε. παραδέδοται γάρ τις περὶ αὐτῶν λό‐ | ||
kappa992b | γος τοιοῦτος ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. τοὺς οὖν ὑπὸ ἀπαι‐ δευσίας ἀμαθεῖς τε καὶ ἀπειθεῖς τοῖς νόμοις κερασ‐ βόλους προσηγόρευσαν. | |
5 | Κεφαλαιότατον Πλάτων Γοργίᾳ. Κηλούμενος, φλεγόμενος, τερπόμενος, οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. Κήρινον ἐκμαγεῖον. ἡ φαντασία τοῦ νοός. Κηροῦ εὐπλαστότερος· ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. | |
10 | Κηφήνεσσι κοθούροισι. τοῖς καθεζομένοις καὶ φυλάττουσι τὴν τῶν μελισσῶν ἔξοδον. Οὖροι γὰρ οἱ φυλάσσοντες· καὶ οἱ θυρωροὶ οἱ τὰς θύρας φρουροῦντες. Κίβδηλον. οἱονεὶ κρύβδηλόν τι ὄν. | |
15 | Κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον καὶ ἀδόκιμον νό‐ μισμα καὶ παρακοπέν· Νόμων ιαʹ· „ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν.“ Κινδυνεύει. ἐγγίζει. Κλείθροις, κλειδώμασιν. | |
20 | Κλητῆρες. οἱ εἰς μαρτυρίαν κλητοί. Κνάφος. ὄργανόν τι ἐν κύκλῳ κέντρα ἔχον, δι’ οὗ τοὺς βασανιζομένους κτείνουσιν. ὅμοιον δέ ἐστι κναφικῷ κτενί. Κνησιῶντα, ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι. | |
25 | Κοάλεμος. ματαιόφρων. Κοεῖν γὰρ τὸ αἰσθά‐ νεσθαι. Κοινωνῶ. Οὐ μόνον κοινωνῶ σοι τοῦ δεῖνος ἀντὶ τοῦ συμμετέχω σοι, ἀλλὰ καὶ κοινωνῶ σοι ὧν ἔχω ἀντὶ τοῦ μεταδίδωμι. Πλάτων ἐν δευτέρῳ τῶν πολιτειῶν· | |
30 | „τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν,“ ἤγουν μετα‐ διδόναι τούτου. καὶ πάλιν ἐν τῷ αὐτῷ· „καὶ μὴ | |
ἄλλοις κοινωνοῦντα πράγματα ἔχειν.“ | ||
kappa993a | Κόλλαβοι. τὰ τῶν χορδῶν ἐπιτόνια. Κομιδῇ. τελέως. εἴρηται δὲ ἀπὸ τῆς τῶν καρ‐ πῶν κομιδῆς, ἥτις γίνεται τελειωθέντων αὐτῶν. | |
5 | Κομψὸν ἐπὶ τοῦ κομψευομένου φασὶ δεῖν λέγειν, καὶ τοὺς ἐπὶ τῶν ἀσθενούντων λέγοντας, ὅτι κομψότερον διάκεινται, μέμφονται. ἀλλὰ Πλάτων Πολιτείας τε‐ τάρτῳ Κομψοὺς οὐ τοὺς κεκομψευμένους λέγει, ἀλλὰ τοὺς ἀμείνονας. | |
10 | Κομψὸς λόγος. καὶ ὁ ἀγαθὸς δέ, καὶ ὁ πι‐ θανότητι ὑποδυόμενος τὴν ἀλήθειαν. Κομψοὺς Πλάτων οὐ τοὺς πανούργους ἀλλὰ τοὺς βελ‐ τίστους· κομψοὺς γὰρ τοὺς Ἀσκληπιάδας ἐπαινῶν λέ‐ γει Πολιτείας γʹ. | |
15 | Κοροπλάθοι. οἱ τοὺς κόρους πλάττοντες κηρῷ ἢ γύψῳ. Κορυβαντιᾷν. παρεμμαίνεσθαι καὶ ἐνθουσια‐ στικῶς κινεῖσθαι. Κόρυδοι. ὅμοιοι ὄρτυξιν ὄρνιθες. | |
20 | Κορυδός. θηλυκῶς δὲ εἴρηκε τὸν κορυδόν. Πλάτων δὲ ἀρσενικῶς. Κορυζᾷν. μύξας ῥεούσας ἔχειν. Κόρυζα γὰρ ἡ μύξα. Κράδη. κλάδος. | |
25 | Κραιπαλῶντα. ἔτι ἀπὸ τῆς μέθης βαρυνό‐ μενον. Κρανίον. ἐν Κορίνθῳ γυμνάσιον. Κραυρότερον. ψαθυρότερον καὶ εὐθραυστό‐ τερον. | |
30 | Κρεόφυλος· Πολιτείας ιʹ· „ὁ γὰρ Κρεόφυλος, ὦ Σώ‐ κρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος·“ τοῦτον τινὲς καὶ διδάσκαλον Ὁμήρου λέγουσι γεγονέναι· καὶ ἔστιν αὐτοῦ ποίημα Οἰχαλίας ἅλωσις. ἀρχαῖος μὲν οὖν ἐστί· νεώτερος δὲ ἱκανῶς Ὁμήρου. | |
35 | Κρονικώτερα, ἀρχαιότερα, μωρότερα. | |
kappa993b | Κυαμεῦσαι. κυάμῳ ψηφοφορῆσαι, ᾧ ἐχρῶντο οἱ βουλευταί. Κυΐσκεσθαι. ἐπὶ τῶν κυουσῶν γὰρ καὶ τοῦτο Πλάτων ἔταξεν εἰπὼν ἐν Θεαιτήτῳ· Κυϊσκομένη, τίκτουσα. | |
5 | Κυλοιδιᾷν. τὰ κύλα οἰδαίνειν. Κύλα δὲ τὰ ὑπὸ τοὺς ταρσοὺς τῶν ὀφθαλμῶν μυώδη σαρκία. Κύρβις. στήλη τρίγωνος πυραμοειδής, νόμους ἔχουσα περὶ θεῶν. | |
10 | Κύρτος. πᾶν πλέγμα τὸ εἰς ἰχθύων ἄγραν πε‐ ποιημένον. Κυψελιδῶν ἀνάθημα ἐν ὀλυμπίᾳ. Πλάτων ἐν Φαίδρῳ· „παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός.“ ἀλλ’ οὐ Κυψελιδῶν, | |
15 | Κυψέλου δὲ φασὶ τὸ ἀνάθημα, ὡς Ἀγάκλυτος ἐν τῷ περὶ Ὀλυμπίας φησὶν οὕτως· Ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων· ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κο‐ | |
20 | ρινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπρα‐ ξάμενον, κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δί‐ δυμος δὲ κατασκευάσαι τὸν κολοσσόν φησι Περίανδρον, ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς | |
25 | Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπα‐ νῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναι‐ ρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, | |
30 | ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύ‐ πτῳ, καὶ ὁ τῶν Κυψελιδῶν κολοσσός, καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν δύναμιν. Φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· | |
35 | Αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός, Ἐξώλης εἴη Κυψελιδῶν γενεά· | |
ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· | ||
kappa994a | Νάξιός εἰμι ἐγώ, παγχρύσεός εἰμι κολοσσός, Ἐξώλης εἴη Κυψελιδῶν γενεά. Κωλαγρέται. οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. | |
5 | Κωμῳδεῖν. σκώπτειν. | |
lambda994a(post5t) | Λ. | |
6 | Λαμπάδιον, ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας. Λαμπτήρ. φανός. | |
10 | Λασιόκωφος, ὁ λίαν κωφός· οἷον λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν. Λαχεῖν δίκην. γράψασθαι. Λάχος. κλῆρος. Λεία. ἁρπαγὴ ἀπὸ τῶν πολεμίων. | |
15 | Λέμμα, κυρίως μὲν ὁ φλοιός, καταχρηστικῶς δὲ ἐπὶ τοῦ δέρματος καὶ τοῦ ἀνθρωπείου· ἐν Τιμαίῳ. Λευκὴ στάθμη· ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων, ἢ ἐπὶ τῶν μηδὲν συνιέντων. Λήξεις. [τῆς τριακάδος καλουμένης] Λήξεών | |
20 | τε περὶ δικῶν καὶ προσκλήσεων καὶ κλητήρων. Κλητῆρες δὲ οἱ μάρτυρες. Λιθολόγοι. οἰκοδόμοι. Λίθων ποτίμων· μήποτε τῶν πώρων λέγει, οἳ πίνον‐ τες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα | |
25 | τῶν ἐντιθεμένων καταναλισκόντων σωμάτων. Λιθῶντας, τρισυλλάβως, Οὐ λιθιῶντας· Πλάτων ιαʹ Νόμων· καὶ Βραγχᾶν λέγουσιν οὐ Βραγχιᾶν, καὶ ἕτερα τοιαῦτα. Λίνον λίνῳ συνάπτεις, ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν | |
30 | αὐτῶν δρώντων· Στράττις Ποταμοῖς, καὶ Ἀριστείδης | |
ὁ ῥήτωρ, καὶ Πλάτων. | ||
lambda994b | Λίσπαι. οἱ δίχα πεπρισμένοι. Λίσπαι, οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτε‐ τριμμένοι. Λόγον λαμβάνειν Πλάτων Πολιτείας πρώτῳ. | |
5 | Λύγη. σκιά, ἀπόκρυψις. Λυγιζόμενος, στρεφόμενος, καμπτόμενος, ἀπὸ τῶν λύγων· λύγος δὲ φυτὸν ἱμαντῶδες· —δίδη μόσχοισι λύγοισιν· ἐν Γοργίᾳ· „πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ | |
10 | διεξόδους διελθὼν ἀποστραφῆναι Λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην.“ τινὲς δὲ καὶ τὸ μετὰ τιμω‐ ρίας βασανίζειν, λυγίζειν· καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. Λυκαβηττός. ὄρος τραχύ. | |
15 | Λυόμενος ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων· οὕτως Πλάτων. Λύσῃ ἀντὶ τοῦ λυσάτω· Νόμων θʹ· „παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα.“ | |
20 | Λύσιοι θεοί, οἱ καθάρσιοι, λυτικοὶ κακῶν. Λωβᾶται, βλάπτει, λυμαίνεται, ὑβρίζει. | |
mu994b(post21t) | Μ. | |
22 | Μαθηματικόν, ἀντὶ τοῦ φιλομαθῆ. ἐν Τιμαίῳ· „τὸν δὴ μαθηματικὸν ἤ τινα ἄλλην σφόδρα μελέτην δια‐ νοίᾳ κατεργαζόμενον καὶ τὴν τοῦ σώματος ἀποδοτέον | |
25 | κίνησιν γυμνασίᾳ προσομιλοῦντα.“ Μαιείαν Πλάτων Θεαιτήτῳ. Μακροχρόνιος. Πλάτων γὰρ ἐν Τιμαίῳ λέγει Μα‐ κροχρονιώτερον. Μανά, ἀραιά· καὶ Μανότης, ἀραιότης· οὕτω Πλάτων. | |
30 | Μανόν. τὸ ἀραιόν. καὶ ὁ μαινόμενος, ὁ μὴ | |
ἰσχυρὸς ταῖς φρεσίν. | ||
mu995a | Μαντικὴ ψυχή, ἐπὶ τῶν τὰ μέλλοντα προορωμένων. Πλάτων Φαίδρῳ. Μαρτύρονται, ὅταν ἀντί του μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείας βʹ· „τὸν Ὅμηρον | |
5 | μαρτύρονται.“ Μὰ τόν. ἐλλειπτικῶς ὀμνύει. καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεόν. εἰώθεισαν γὰρ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι ἐπευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν Μὰ τόν, ὄνομα δὲ μηκέτι προσθεῖ‐ | |
10 | ναι. καὶ Πλάτωνα Φαίδρῳ. Μαχαίρας οὐ μόνον τὰς μαγειρικὰς ἐκάλουν, ἀλλὰ καὶ τὰ ξίφη. Πλάτων Φαίδρῳ. Μεθύω ἐγὼ ἀμεταβάτως, Καταμεθύω δὲ ἕτερον. Πλάτων ἐν Γοργίᾳ· „ξενίσας αὐτὸν καὶ καταμεθύσας.“ | |
15 | Μειζόνως, ἀντὶ τοῦ μεῖζον. — —Πλάτων Πολιτείας τρίτῳ. Μείς, μὴν Αἰολικῶς. Μέλεος. ὁ τοῖς μέλεσι μάταιος. Μέλλω ποιεῖν καὶ μέλλω ποιήσειν· οὐ μέλλω ποιῆσαι, | |
20 | ἀλλὰ μετὰ τοῦ ἄν, ἤγουν μέλλω ποιῆσαι ἄν. προστι‐ θέαμεν δὲ τὸ ἄν, ἵνα τὸν παρῳχημένον διὰ τούτου ὡς μέλλοντα δεξώμεθα. — — —εὕρηται δὲ καὶ παρὰ Πλάτωνι ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „οὐδ’ εἰ πολλάκις μέλλω τεθνάναι,“ ὅπερ μοι δοκεῖ ἁμάρτημα | |
25 | τῶν γραφέων εἶναι διὰ τὸ μηδαμοῦ ἑτέρωθι τῶν αὐ‐ τοῦ λόγων τοῦτο εὑρίσκεσθαι. ὤφειλε γὰρ μετὰ τοῦ ἄν εἶναι, οἷον οὐδ’ εἰ πολλάκις ἂν μέλλω τεθνάναι. Μέρμερος. ὁ διὰ πανουργιῶν φροντίδας τισὶν ἐμποιῶν. | |
30 | Μεσεγγυωθέν. ἐπὶ μεσιτῶν ἀποτεθὲν καὶ ἀμ‐ φισβητούμενον. Μεταλαγχάνειν. ἀφυστερεῖν ἢ ἀποτυγχάνειν κλήρου. Μεταποιεῖσθαι. ἀντιποιεῖσθαι. | |
35 | Μεταποιεῖσθαι, ἀντιποιεῖσθαι· Πλάτων Πολιτικῷ· | |
mu995b | „ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης,“ ἀντιποι‐ ουμένους. Μετεωρολέσχαι, περὶ οὐρανοῦ φλυαροῦντες. Μετρίως ὠργασμένος. ἀντὶ τοῦ μεμαλαγ‐ | |
5 | μένος ἢ δεδευμένος. Μέτρον· ἐν Τιμαίῳ· „τὸ ὅσον μέτρον ὅσοις,“ τὴν συμ‐ μετρίαν τῆς μίξεως. Μή. — —Ἰστέον δὲ ὅτι καὶ τὸ μή καὶ τὸ οὐ μή οὐ μόνον ἐπὶ ὑποτακτικῶν τίθενται, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ | |
10 | μελλόντων ἁπλῶς. — — —Πλάτων ἐν πρώτῃ τῶν πολι‐ τειῶν· „ἔπειτα, εἴ τι καὶ οἴεται περὶ τούτων, ἀπειρη‐ μένον αὐτῷ εἴη, ὅπως μηδὲν τούτων ἐρεῖ.“ Μὴ ἀπαρνηθεὶς γένῃ. Ἴδιον δὲ τὸ Πλάτωνος, μὴ ἀπαρνηθεὶς γένῃ. | |
15 | Μὴ κινεῖν ἀκίνητα, μηδ’ ἄκρῳ δακτύλῳ. Μὴ κινεῖν κακὸν εὖ κείμενον· ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. Μήτε νεῖν μήτε γράμματα ἐπίστασθαι· ἐπὶ τῶν παντάπασιν ἀμαθῶν. παρὰ γὰρ Ἀθηναίοις εὐθὺς ἐκ | |
20 | παιδὸς κολυμβᾷν καὶ γράμματα ἐδιδάσκοντο. Μητρίδα, τὴν πατρίδα καὶ Πλάτων καὶ Φερεκράτης. Μιμοῦμαι τὸν δεῖνα ἀντὶ τοῦ μιμητής εἰμι τούτου, καὶ μιμοῦμαι ὑπὸ τοῦ δεῖνος ἀντὶ τοῦ μιμητὴν ἐμοῦ τοῦτον ἔχω. Πλάτων ἐν Γοργίᾳ· „οὐκ οἶσθα ὅτι | |
25 | οὗτος ὁ μιμούμενος τὸν μιμούμενον ἐκεῖνον ἀποκτενεῖ, ἐὰν βούληται;“ Μινυρίζω, θρηνῶ, ἢ τὸ ἠρέμα ᾄδω, παρὰ τὸ μεῖον. Πλάτων ἐν γʹ Πολιτείας· „μινυρίζων τε καὶ γεγανω‐ μένος ὑπὸ τῆς ᾠδῆς,“ ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος | |
30 | καὶ θρηνῶν, ἢ ὀλίγῃ φωνῇ χρώμενος. Μονίπποις, τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. Μορμολύκεια. τὰ φοβερὰ τοῖς παισὶ προσ‐ ωπεῖα. Μορμορύττει καὶ μορμολύττει. ἀντὶ τοῦ | |
35 | ἐκφοβεῖν, ἀμφότερον. | |
mu996a | Μορυχαία. οἰκία τις, ἀπὸ Μορύχου, ἐν ᾗ καὶ Ἄρτεμις Μορυχαία, ἀπὸ τοῦ καθιδρύσαντος. Μουνυχία καὶ ζεία. λιμένες ἕτεροι τοῦ Πει‐ ραιέως. | |
5 | Μυδᾷν. δίυγρον εἶναι καὶ σήπεσθαι. Μῦθος ἐσώθη. ἐπίῤῥημά ἐστι λεγόμενον ἐπ’ ἐσχάτῳ τοῖς λεγομένοις μύθοις τοῖς παιδίοις. | |
nu996a(post7t) | Ν. | |
8 | Νεοθνής. ὁ νεωστὶ τεθνεώς. Νέος ἐστὶ καὶ ὀξύς, ἀμαθής ἐστι καὶ προπετής. | |
10 | Νεοτελής. ὁ νεωστὶ τετελεσμένος. Νεουργόν. νεωστὶ εἰργασμένον. Νεωκορήσει ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει. κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν, τὸ σαροῦν καὶ ἐκκαλλύνειν. τό τε ἐκκορηθείης ἀντὶ τοῦ ἐκκαλλυνθείης. | |
15 | Νομίζουσιν, ἀντὶ τοῦ νομίσματι χρῶνται. Νῦν ἀντὶ τοῦ ἀρτίως, ὃ καὶ Νυνί λέγεται, ἐπὶ ἐνεστῶ‐ τος ἀεὶ τίθεται, καὶ ἐν ἀρχῇ καὶ ἐν μέσῳ καὶ ἐν τῷ τέλει τοῦ κώλου, ὅπως ἂν ὁ ῥυθμὸς διδῷ. τότε δὲ μετὰ παρῳχημένου καὶ μέλλοντος, ὅταν συντομίαν | |
20 | ἔχωσιν ἄμφω οἱ χρόνοι καὶ ὥσπερ ἔμφασιν ἐνεστῶτος, Ὡς τὸ νῦν ἔτυψα καὶ νῦν ἐλθὼν ὄψομαι. καὶ Πλάτων ἐν Φαίδωνι· „ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν οἱ ἐπιτήδειοι.“ Νῦν δή. πρὸ ὀλίγου χρόνου. | |
25 | Νῦν δή, ἀρτίως ἢ μικρὸν ἔμπροσθεν· Νόμοις· „ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὕτω ταῦτ’ ἐτίθεμεν, νῦν δ’ ἐπιλελήσμεθα;“ — — — — | |
ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκεν, τὸ μὲν Νῦν | ||
nu996b | ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ Δὴ ἐπὶ συνδέσμου· „ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φα‐ μὲν ἡμεῖς νῦν δή.“ Νυνί. ἐν τῷ ἐνεστῶτι χρόνῳ. | |
5 | Νώ. ἡμεῖς. Νωθρός. ἔστι γὰρ καὶ τοῦτο παρὰ Πλάτωνι ἐν τῷ Φαίδρῳ· „νωθροί πως ἐκβαίνουσι πρὸς τὰς μαθήσεις.“ Νῶϊν. ἡμῖν. | |
xi996b(post8t) | Ξ. | |
9 | Ξεναγοί. οἱ τοῖς ξένοις ἡγούμενοι ὁδοῦ. | |
10 | Ξένον τὸ ἀλλότριον καὶ τὸ παρηλλαγμένον. — — — „ξένως ἔχει τῆς λέξεως.“ Ξενών. τὸ καταγώγιον Ξενῶνα Πλάτων. Ξύλων ἐρεψίμων. στεγάσματά ἐστι τὰ ἐρέψι‐ μα, τὰ εἰς τὰς οἰκίας κατατεταγμένα. | |
15 | Ξυστίδες. ποδήρη ἐνδύματα. οἱ δὲ χλαμύδας κωμικάς φασιν, ὅτι ἀπὸ τοῦ ἐξέσθαι καὶ εἰργάσθαι ἐπιμελῶς. | |
omicron996b(post17t) | Ο. | |
18 | Ὄα. ἀκροδρύων εἶδος μήλοις μικροῖς ἐμφερές. Ὄα. μέσπιλα ἃ καὶ Ὄα καλεῖται. καὶ τοῦτο τοὔνομά | |
20 | ἐστι παρὰ Πλάτωνι, ὡς παρὰ Ἀρχιλόχῳ ἐκεῖνο. Ὁ διὸς κόρινθος. παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐ‐ πραγησάντων, ὕστερον δ’ οὐ καλῶς ἀπαλλαξάντων. Ὀθνεῖος, ἀλλογενής, ξένος, ἀλλότριος· Ἰσαῖος καὶ Πλά‐ των ἐν αʹ Νόμων. | |
25 | Οἷ περισπωμένως ἀντὶ τοῦ ἑαυτῷ, ὀξυτόνως δὲ τὸ οὗτοι. | |
Συμποσίῳ· „οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδον | ||
omicron997a | ἀπαντήσαντα.“ καὶ Οὗ ἀντὶ τοῦ αὑτοῦ. Πολιτείᾳ· „πλὴν οὗ.“ Οἴκημα. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ δεσμωτήριον Οἴ‐ κημα παρὰ τοῖς Ἀττικοῖς ἐστὶν εἰρημένον μηδὲ τὸ | |
5 | πορνεῖον, ἀλλὰ καὶ τὸ οἰκήσιμον. ὅ τε γὰρ Πλάτων ἐν τῷ Πρωταγόρᾳ ἔφη· „ἦσαν δ’ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο.“ καὶ πάλιν ἐν τοῖς Νόμοις „δημοσίοις οἰκήμασι ὑποδέχεσθαι“ ἔφη. Οἰκοδομεῖν Πλάτων Πολιτείαις. | |
10 | Οἴναρα. τὰ τῆς ἀμπέλου φύλλα. Οἶνος ἄνευ παίδων. δύο παροιμίαι· ἡ μέν, Οἶνος καὶ ἀλήθεια· ἡ δὲ οἶνος καὶ παῖδες ἀληθεῖς· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλή‐ θειαν λεγόντων. | |
15 | Οἰστρᾷ· συντόνως καὶ μανικῶς κινεῖται. Ὀκνεῖ. εὐλαβῶς ἔχει. Ὀκρίβας. πῆγμα τὸ ἐν τῷ θεάτρῳ τιθέμενον, ἐφ’ οὗ ἵστανται οἱ τὰ δημόσια λέγοντες· θυμέλη γὰρ οὐδέπω ἦν. Λέγει γοῦν τις· | |
20 | Λόγιόν ἐστι πῆξις ἐστορεσμένη ξύλων, εἶτα ἑξῆς Ὀκρίβας δὲ ὀνομάζεται. Ὀκρίβας, τὸ λογεῖον, ἐφ’ ᾧ οἱ τραγῳδοὶ ἠγωνίζοντο· καὶ Πλάτων ὁ φιλόσοφος ἐν Συμποσίῳ κέχρηται τῷ ὀνόματι. Ὁλκὸς ἄνθρωπος. Πλάτων Πολιτείας πέμπτῳ. ση‐ | |
25 | μαίνει δὲ τὸν ἑλκυστικόν, ἐπαγωγόν. Ὁμηρίδαι. οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. Ὁμιλία. — — —Πλάτων Πολιτείας τετάρτῳ. Ὁμόγνιοι θεοί. οἷς οἱ συγγενεῖς κοινῶς ὀρ‐ γιάζουσιν. | |
30 | Ὁμόσε. εἰς ταὐτὸ τῷ ἐναντίῳ εἰς μάχην φερό‐ μενοι. Ὁμοτέρμονες· οἱ ὁμοῦ τὰ τέλη ἔχοντες, οἷον | |
οἱ γείτονες· ὁμοῦ γὰρ ἔχουσι τὰ τέρματα. | ||
omicron997b | Ὀνομαστόν οὔ φασι δεῖν λέγειν, ἀλλὰ διώνυμον. Πλά‐ των Θεαιτήτῳ. Ὀργᾷ. ἐπείγεται, ἐπιθυμεῖ. Ὄργανα χρόνου. ἐν Τιμαίῳ· τοὺς πλανήτας, „τοὺς | |
5 | δ’ εἰς σελήνην, τοὺς δ’ εἰς ἄλλα ὅσα ὄργανα χρόνου.“ Ὀργάς. ἡ εὔγειος, καὶ λιπαρά, καὶ ἀκμαία. Ὀργάς, τρόπους. Πολιτείας ἕκτῳ Πλάτων· „καὶ τὰς ὀργὰς ἢ καὶ ἐπιθυμίας κατεμάνθανον.“ Ὀργάσας. μαλάξας. | |
10 | Ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων τετάρτῳ· „μὴ κεκτῆ‐ σθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κε‐ κτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια.“ Ὀργιάζων. θύων, ἐπιτελῶν. | |
15 | Ὀργιασταί. οἱ τὰ μυστήρια ἐπιτελοῦντες. Ὀρέξαι. δοῦναι, ὑποτεῖναι. Ὁρκωμόσια, πληθυντικῶς, Πλάτων Φαίδρῳ. Ὀρτυγοκόπος· παιδιά τις, ἐν ᾗ ὄρτυγας ἱστᾶσιν ἐν γύρῳ, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν· καὶ ὁ μὲν ἐν | |
20 | τῷ γύρῳ καταβαλὼν τὸν ὄρτυγα λαμβάνει ἑξῆς οὓς ἂν δύνηται, ὁ δὲ ἀποτυχὼν παρέχει θατέρῳ τοὺς ὄρτυγας τύπτειν, καὶ τοῦτο ἀνὰ μέρος ποιοῦσιν· λέγει οὖν ἐν Ἀλκιβιάδῃ· „Οὔκ, ἀλλὰ πρὸς Μειδίαν δεῖ σε ἀποβλέ‐ ποντα τὸν Ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους·“ ἐν | |
25 | Φαίδωνι, ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι, πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥᾳθυμητέον. Ὀρχήστρα. τὸ τοῦ θεάτρου μέσον χωρίον, καὶ τόπος ἐπιφανὴς εἰς πανήγυριν, ἔνθα Ἁρμο‐ δίου καὶ Ἀριστογείτονος εἰκόνες. | |
30 | Ὅσια. τὰ ἰδιωτικὰ καὶ μὴ ἱερά. Ὀσταφίδα οὐχ ὅπως Κρατῖνος Νόμοις „ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα,“ ἀλλὰ καὶ Πλάτων ηʹ Νόμων „τῆς δ’ εἰς ἀπόθεσιν ὀσταφίδος.“ | |
Ὀστράκου μεταπεσόντος. Πλατωνικὴ παροιμία ἐπὶ | ||
omicron998a | τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρώτων αὐτοῖς πρεσβευομένων. Ὅταν. — —Πλάτων ἐν Γοργίᾳ τὸ ὅταν μετὰ μέλλοντος λέγων· „ὅταν βουλήσεσθε παρ’ ἐμὲ ἥκειν οἴκαδε.“ | |
5 | Ὄττα. φήμη, μαντεία διὰ κληδόνος. Οὐδενὶ σὺν νῷ, τουτέστιν ἀφρόνως. Οὐδέν σου παρίεμαι· οὐδὲν παραιτοῦμαι, οὐδὲν ἀπο‐ τρέπομαι. Οὐδ’ ἴκταρ βάλλει. εἴρηται δὲ κατὰ γλῶτταν, ὥσπερ | |
10 | Τὸ διωλύγιον, ἀντὶ τοῦ, οὐδὲ μικρὸν ἐξισάζει. Οὐκ ἄλλως πονεῖται. οὐ μάτην. Οὐκ ἐν ὑπονοίᾳ. οὐκ ἐν αἰνιγμῷ, οὐκ ἐν ἀλ‐ ληγορίᾳ. Οὐκ ἐτός. οὐκ ἐτωσίως [γεγραφώς], οὐ ματαίως. | |
15 | Οὐχ ἥκιστα. πάνυ· ὡς Πορφύριος ἐν τῷ πρὸς τοὺς ἀπὸ τοῦ νοῦ χωρίζοντας τὸ νοητόν· διενεχθέντες δὲ πρὸς ἀλλήλους τὸ παρηγμέ‐ νον αὐτῶν τῆς δόξης οὐχ ἥκιστα. Ὄφλειν. ἡττᾶσθαι ἐπὶ δικαστηρίῳ. | |
20 | Ὄχθας. γῆς ἀναστήματα. Ὀψοποιός καὶ ὀψοποιικός καὶ ὀψοποιικὸν πρᾶγμα καὶ ὀψοποιία καὶ ὀψοποιική κάλλιον ἢ ὀψοποιητικός καὶ ὀψοποιητική. Πλάτων ἐν Γοργίᾳ· „ἓν δὲ καὶ ἡ ὀψο‐ ποιική, ὃ δοκεῖ μὲν εἶναι τέχνη.“ καὶ αὖθις ἐν τῷ | |
25 | αὐτῷ· „ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν. ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας, ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι.“ | |
pi998a(post29t) | Π. | |
30 | Παιανίσαι. τὸν Παιᾶνα ἐπικαλεῖσθαι. ἦν δὲ | |
pi998b | ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγειν. Παιδεία μέν ἐστι Δύναμις θεραπευτικὴ ψυχῆς, ὥς φησι Πλάτων· Παίδευσις δὲ παιδείας καὶ | |
5 | ἀρετῆς Παράδοσις. Παιδικά. — — — —οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· „ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐλα‐ | |
10 | βόμην, ἐρεσχελήσων σε·“ — — —ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. Παιδουργία. παιδοποιΐα. Παλίμβολος. ὕποπτος καὶ ὕπουλος, πολυμετά‐ βολός τε καὶ ἐπὶ μιᾷ γνώμῃ μὴ μένων. | |
15 | Παλιναίρετα. φευκτά, ἔκβλητα, τὸ ἐναντίον πρὸς αὐτῇ τῇ αἱρέσει πάθος ἐμποιοῦντα. σημαίνει δὲ καὶ τὰ πάλιν αὐτὰ ἐν Τιμαίῳ· παλιναίρετα γάρ φησι γεγονότα πάντα καὶ διεφθαρμένα. | |
20 | Παμπληθεῖς, πάνυ πολλάς. Παρά ὅτε μὲν πλησιότητα δηλοῖ, ἐπὶ μὲν ἐμψύχου δο‐ τικῇ συντάσσεται, οἷον παρὰ τῷ βασιλεῖ κάθηται, ἐπὶ δὲ ἀψύχου αἰτιατικῇ. — — —Λουκιανὸς δὲ Ὁμη‐ ρικῷ ζήλῳ ἐπὶ ἐμψύχου εἰς αἰτιατικὴν εἶπεν— — — — —. | |
25 | ὡσαύτως καὶ Πλάτων ἐν Φαίδωνι· „καὶ στὰς παρ’ αὐτόν, Ὦ Σώκρατες, ἔφη.“ ὅτε δέ ἐστιν ἀντὶ τῆς εἰς, οὐκ ἐπὶ κινήσεως ἀεὶ τίθεται, ἀλλ’ ἔστιν ὅτε καὶ χωρὶς κινήσεως. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· „καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε.“ | |
30 | Παρακαταβολή· πρόθεσις τοῦ δεκάτου μέρους | |
τοῦ τιμήματος. | ||
pi999a | Παρακελεύομαι καὶ διακελεύομαι καὶ ἐγκελεύομαι, κελεύω δὲ καὶ ἐπικελεύω. Πλάτων ἐν Φαίδωνι· „ὅ‐ περ ἔπραττον, τοῦτο ὑπελάμβανον αὐτό μοι παρακε‐ λεύεσθαί τε καὶ ἐπικελεύειν.“ | |
5 | Παραποδίζεσθαι, Πλάτωνος εἰπόντος ἐν τῷ δευτέρῳ τῶν Νόμων· „μήπη παραποδισθῶμεν“ οἷον παρα‐ τραπῶμεν ἢ ἐξαπατηθῶμεν. οὐ μὴν οὐδὲ ἀπὸ τούτου εὔφωνον τὸ πρᾶγμα. ἐν δὲ τῷ αὐτῷ βιβλίῳ ἐστὶ καί· „τί ποτ’ ἂν οὖν λέγωμεν τὸ πεπλανηκὸς ἡμᾶς εἶναι;“ | |
10 | ἵν’ ᾖ οἷον ἐξαπατηκός. ὥστε ἐπὶ τούτου λέγοιτ’ ἂν καὶ ἡ πλάνη. καὶ γὰρ μικρὸν προελθὼν ὁ Πλάτων ἔφη· „τόδε δὲ μᾶλλον εἰκὸς πλανᾷν ἡμᾶς.“ Παράστασις. στάσις παρά τινα ἄτιμος. γίνε‐ ται δὲ ἐπὶ τῶν χρεωφειλετῶν. | |
15 | Παραστησώμεθα αὐτὸν εἰς κρίσιν, Πολιτείας ηʹ, ἀντὶ τοῦ καταστήσωμεν αὐτὸν εἰς κρίσιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται, ὁ δὲ ἐγκαλῶν γράψας εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ’ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωσιν. | |
20 | Παραταχθείς. παρ’ αὐτὸν ταχθείς. Παρατενεῖς. ἀπολεῖς, ἐπὶ πλέον παρελκύσεις. Παρέμενος Πλάτων ἐν ταῖς ἀπολογίαις ἀντὶ τοῦ πα‐ ραιτησάμενος. ἐν δὲ ταῖς πολιτείαις τὸ Ἴκταρ ἀντὶ τοῦ ἐγγύς. τὸ Ἐπιώψατο ἀντὶ τοῦ ἐξελέξατο. καὶ | |
25 | Ἔκρουσε τὴν χεῖρα ἀντὶ τοῦ ἔκοψεν. Πάρεστιν. ἐκ παντὸς δυνατόν ἐστιν. Παρίεμαι. παραιτοῦμαι. Παρίεσθαι. τοῦτο δοκεῖ τὴν τοῦ παραιτεῖσθαι δύνα‐ μιν ἔχειν· „τοῦτο ὑμῖν δέομαι καὶ παρίεμαι.“ | |
30 | Πάρνης. ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. | |
Πάρνοψ. ἀκρίδος εἶδος. | ||
pi999b | Παρόν. ἐξόν, δυνατόν, δέον. Πατριώτης. ὅτι οἱ βάρβαροι Πατριώτης λέγουσιν ἀντὶ τοῦ πολίτης, καὶ ἴσως, ὅτι μὴ κατὰ πόλεις οἰκοῦσι. Πλάτων δὲ καὶ ἐπὶ Ἑλλήνων ἐν τοῖς Νόμοις τὸ πα‐ | |
5 | τριώτης ἐχρήσατο. δεῖ δὲ λέγεσθαι ὁμοεθνής, ὁμόγλωσ‐ σος, ὁμόνομος. Πατρονομούμενοι. οἱ τοῖς γονικοῖς νόμοις χρώμενοι ἢ ὑπὸ τῶν πατέρων ἀρχόμενοι. Πατρούχου παρθένου. τῆς ὀρφανῆς καὶ ἐπι‐ | |
10 | κλήρου, ᾗ προσήκει τὰ τοῦ πατρὸς ἔχειν. Πάχνη. δρόσος πεπηγυῖα. Κρύσταλλος δὲ τὸ ὑπὸ κρύους συνεσταλμένον καὶ πεπηγός. Πειρῶντα. πειράζοντα διὰ λόγων παῖδα ἢ γυ‐ ναῖκα. | |
15 | Πέλανοι. πέμματα ἐκ παιπάλης καὶ ἐλαίου καὶ μέλιτος πεποιημένα πρὸς θυσίαν. Πέλανοι, πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια, ὡς αὐτός φησι, Καρποὶ μέλιτι δεδευμένοι· Διονύσιος Θρᾴξ· | |
20 | θεοῖς ἀπαρχαί τινες. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός, καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτός, κόμμι, καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός. Πελάτης. ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσ‐ | |
25 | πελάζων. Πέλτη. ὅπλον κοῦφον, ἴτυν οὐκ ἔχον, ἀλλ’ ἐκ μόνης βύρσης γεγονός. Πενεστικόν. τὸ παρὰ Θετταλοῖς θητικόν, ὡς | |
τὸ Εἱλωτικὸν παρὰ τοῖς Σπαρτιάταις. | ||
pi1000a | Περί. Ἡ περί ὅταν ἀντὶ τοῦ ἕνεκα λαμβανομένη ἀνα‐ βιβάζῃ τὸν τόνον, οὐ μόνον ἐγγύς ἐστι τοῦ ὀνόματος ᾧ ἕπεται, ἀλλὰ καὶ μεθ’ ἕτερά τινα τίθεται. Πλά‐ των ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ὧν ἐγὼ οὐδὲν | |
5 | οὔτε σμικρὸν πέρι ἐπαΐω.“ Περιαγειρόμενοι νικηφόροι. οἱ νικήσαντες ἐν δημοσίῳ ἀγῶνι καὶ δῶρα παρὰ τῶν φί‐ λων καὶ οἰκείων λαμβάνοντες καὶ περιϊόντες. Περιαγειρόμενοι· „ὥσπερ οἱ νικηφόροι περιαγειρό‐ | |
10 | μενοι ἀθληταί“ Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προὐτίθεσαν τοῖς ἀγωνι‐ ζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν. ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν | |
15 | προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ περιουσιάζοντες πλέονος ἄξια ἐπιτίθεσαν, οἱ δὲ ποῤῥώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας, οἱ | |
20 | δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπο‐ ρευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης περὶ Ἀστύλου φησὶν οὕτως· Τίς δὴ τῶν νῦν τοσάσδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περι‐ | |
25 | κτιόνων; Ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν. ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. | |
30 | Περιεγένετο ἀντὶ τοῦ ἐνίκησε γενικῇ, ὅπερ καὶ Περι‐ γέγονεν εὕρηται. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „τῷ αὐτῷ οἰόμενος περιγεγονέναι, ᾧπερ καὶ τῶν πολιτικῶν.“ Περιεῖπον. περί τινα ἦσαν θεραπευτικῶς καὶ | |
35 | φυλακτικῶς. Περιχάρειαν, περιττὴν χαράν. | |
Περιωδυνίαν, ἀλγηδόνα καὶ περιττὴν ὀδύνην. | ||
pi1000b | Πεττεία. ἡ διὰ ψήφων παιδιά. ἔστιν δ’ ὅτε καὶ γεωμετρίαν λέγει. Πηγαῖον ὕδωρ, ἐκ πηγῆς. Πηνίκα μὴ εἴπῃς ἐπὶ χρόνου· ἔστι γὰρ ὥρας δηλωτι‐ | |
5 | κόν, οἷον εἰπόντος τινὸς πηνίκα ἀποδημήσεις; ἐὰν εἴπῃς μετὰ δύο ἢ τρεῖς ἡμέρας, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς ἕωθεν ἢ περὶ μεσημβρίαν, ὀρθῶς ἐρεῖς. οὕτω γὰρ ὡς ἔφημεν εὕρηται παρὰ πᾶσι τοῖς δοκίμοις. ὡσ‐ αύτως καὶ τὸ Τηνικαῦτα καὶ τηνικάδε καὶ ἡνίκα | |
10 | λέγε. Πλάτων ἐν Κρίτωνι· „Τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρωὶ ἔτι ἐστί; Πάνυ μὲν οὖν. Πηνίκα μάλιστα; Ὄρθρος βαθύς.“ καὶ αὖθις ἐν Φαίδωνι· „μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐδείς.“ Πλέθρον. ἕκτον μέρος σταδίου. | |
15 | Πλημμέλεια. πολλὴ ἀμέλεια. Πλημμελεῖν, τὸ ἀτακτεῖν καὶ ὑβρίζειν καὶ ῥᾳθυμεῖν· καὶ Πλημμελὲς τὸ ἐκμελὲς καὶ ἀπαίδευτον. Λύσις· „τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν πλημμελές.“ Νόμων θʹ· „σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς ἂν | |
20 | δόξειε λέγειν.“ Πλοῖ· τὸ πληθυντικὸν οἱ πλόες καὶ τοὺς πλοῦς. „ἐς τὴν τῶν Πλῶν χρείαν,“ φησὶ Πλάτων. Πνύξ. χωρίον, ἐν ᾧ τὰ ἀπόῤῥητα ἐκκλησιά‐ ζουσιν. | |
25 | Ποικιλτική. ποικίλον ὕφασμα ἢ ὑφαντικὴ ποι‐ κίλων. Πολιτεύειν ἀντὶ τοῦ πολιτεύεσθαι. — —Πλάτων Πολι‐ τείας πρώτῳ. Πολυθρύλητον, πεφημισμένον, διαβεβοημένον, ὀνο‐ | |
30 | μαστότατον. Πολύχορδος. Πλάτων δὲ καὶ Πολύχορδον εἴρηκε τὸν αὐλόν. Πομπή. ἀπόπεμψις. Πόπανα. πέμματα πλατέα καὶ λεπτὰ καὶ πε‐ | |
35 | ριφερῆ. | |
Πορεῖα, τὰ εἰς πορείαν χρήσιμα. | ||
pi1001a | Πόρκος. κύρτος θαλάσσιος, ὁ εἰς ἄγραν ἰχθύων. Πόρκος. οἱ μὲν τὸ δίκτυον ἀπέδοσαν, οἱ δὲ σχοινίου πλέγμα, οἱ δὲ κύρτον, οὐδὲ οὗτοι ὑγιῶς. ὁ γὰρ Πλά‐ των ἕτερον φησὶ τὸν πόρκον τοῦ κύρτου. λέγει γὰρ | |
5 | οὕτως· „κύρτους καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα οὐκ ἄλλο τι πλὴν ἕρκη δεῖ προσαγο‐ ρεύειν.“ Ποτνιώμενος. ἐπικαλεῖτο σὺν λύπῃ. Πρανές. κάταντες. | |
10 | Πράττομαι δὲ καὶ μετὰ τῆς προθέσεως καὶ χωρὶς τῆς προθέσεως καὶ τὸ ἀπαιτῶ καὶ τὸ ἀπαιτοῦμαι. Πλά‐ των ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ὡς ἐγὼ παι‐ δεύειν ἐπιχειρῶ ἀνθρώπους καὶ χρήματα πράττομαι.“ Πρέμνον. τὸ τοῦ δένδρου στέλεχος καὶ ἕδρα‐ | |
15 | σμα, οἷον παραμένον τι ὄν. Πρεσβεύειν τὸ τιμᾷν παρὰ Πλάτωνι. καὶ τὸ Οὐδέν ἐστι πρεσβύτερον ἀντὶ τοῦ οὐδὲν τιμιώτερον. Πρόβασις. ἡ τῶν βοσκημάτων κτῆσις. Προβολή. γραφὴ κατὰ τῶν συκοφαντούντων. | |
20 | Προσέπαισε. προσέπαιξεν. τῷ ς ἀντὶ τοῦ ξ κέχρηται. Πρὸς τὸ τῆς ἄγρας. τὸ τῆς Ἄγρας θεσμο‐ φόριον Ἀρτέμιδος δηλοῖ. Προστυχὴς ἐγενόμην ἀντὶ τοῦ ἐνέτυχον Πλάτων. | |
25 | Πρόσχημα. παρακάλυμμα τοῦ ἤθους ἢ πρό‐ φασις. Προτέλεια. αἱ πρὸς τῶν γάμων τελούμεναι θυ‐ σίαι καὶ δωρεαί. Προτέρα ἐπὶ τάξεως, Προτεραία δὲ ἐπὶ μόνης ἡμέ‐ | |
30 | ρας. Πλάτων ἐν τῷ Φαίδωνι· „ἔτυχε γὰρ τῇ προ‐ | |
τεραίᾳ τῆς δίκης.“ | ||
pi1001b | Πρυτανεία. μηνιαία φυλῆς ἀρχή. Πρῴ. ἔτι ὄρθρου βαθέος. Πρωί καὶ ὀψέ, οὐ πρωίας καὶ ὀψίας. Πλάτων ἐν Φαί‐ δωνι· „ἀνεῴγετο γὰρ οὐ πρωί.“ | |
5 | Πρώτους, τοὺς ἀρίστους. Πλάτων Πολιτείᾳ. Πτόρθους καὶ κλῶνας, τὰς ἐκφύσεις τῶν δένδρων, οἱ δ’ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσι. Πῦρ ἐπὶ πῦρ, παροιμία ἧς μέμνηται καὶ Πλάτων. κακὸν ἐπὶ κακῷ. | |
10 | Πυρῶν. φλέγων καὶ καίων. Πύθιοι. δʹ ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν, δύο καθ’ ἕκαστον βασιλέα σύσσιτοι. Πῶλοι ἄβολοι. λέγονται δὲ οἱ Πώλων καὶ τελείων μέσοι. οὕτω γὰρ Πλάτων τοὺς δευτεροβόλους ἐκάλεσεν. | |
rho1001b(post14t) | Ρ. | |
15 | Ῥᾴδιον. ἀπόλυτον καθ’ αὑτό. Ῥᾷον. συγκριτικὸν πρὸς ἕτερον. Ῥᾷστον. ὑπερθετικόν. Ῥαψῳδοί. ὑποκριταὶ ἐπῶν. Ῥῆσις μακρά. διεξοδικὸς λόγος μακρός. | |
20 | Ῥῆτραι. συνθῆκαι διὰ λόγων. Ῥικνόν. ἐπικαμπὲς ἢ ῥυσόν. Ῥυμβεῖν. ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆς κινήσεως τοῦ ῥόμβου. Ῥύμμα. ἀποῤῥύπτον ἢ σμῆχον. | |
25 | Ῥύμματα, τρίμματα, σμήγματα, καθάρματα. | |
sigma1001b(post25t) | Σ. | |
26 | Σᾶ τὰ σῶα λέγουσιν μονοσυλλάβως, ἀπὸ τοῦ σῶα συν‐ | |
αιροῦντες, καὶ τὸν σῶον σῶν, καὶ σῶοι σοῖ. | ||
sigma1002a | Σαρδώνιος γέλως. ὁ προσποίητος. ἀπὸ τῆς Σαρδοῦς τῆς νήσου. Σατυρικὰ δράματα. πλείονα ἦν ἔθος ὑποκρί‐ νεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς | |
5 | διάχυσιν. Σεφθεῖσα. τὰ εἰς βω βαρύτονα ἄχρι παρατατικοῦ μό‐ νον κλίνεται. σημειούμεθα παρὰ Σοφοκλεῖ καὶ παρὰ Πλάτωνι τὸ Ἐσέφθην καὶ τὸ σεφθεῖσα· οὗτοι γὰρ τὸ σέβω καὶ εἰς τὸν ἀόριστον ἔκλιναν. | |
10 | Σεφθεῖσα, ἀντὶ τοῦ σεβασθεῖσα. Πλάτων Φαίδρῳ. Σηκός. ἔπαυλις τριγχῷ περιεχομένη. Σισύρα. αἴγειον στέγαστρον τετριχωμένον. ἔστι δ’ ὅτε καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης· | |
15 | Ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. Σκηπτόμενος. προφασιζόμενος. Σκίμπους. ἀσκάντης κλινίδιον εὐτελές, ὃ ὑπὸ τῶν Ἀτ‐ τικῶν Σκίμπους ὀνομάζεται. — — —Πλάτων ὁ φιλόσο‐ φος Πρωταγόρᾳ· „καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμ‐ | |
20 | ποδος παρ’ ἐμέ.“ Σκιρῖται. λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδι‐ κός, ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις καὶ τελευταῖος ἀναχωρῶν. Σκληφρός. ὁ σκληρὸς καὶ παρηβηκώς, ὁ τὰ | |
25 | σκληρὰ φέρειν δυνάμενος. Σκολύθρια. ταπεινὰ διφρία παρὰ τοῖς Θεσσα‐ λοῖς, ἅ τινες θρανία καλοῦσιν. Σκολύθρια, ἅπερ ἐστὶ μικροὶ τρίποδες Θετταλικοὶ δίφροι· τὸ δὲ ὄνομα καὶ ἐν Εὐθυδήμῳ Πλάτωνος. | |
30 | Σκολύθριον Πλάτων τίθησιν ἀντὶ τοῦ ὑφ’ ἡμῶν λε‐ γομένου ὑποποδίου, ὑπὸ ποιητῶν δὲ ὑποθρονίου. | |
Πλάτων· „ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων | ||
sigma1002b | καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπει‐ δὰν ἴδωσιν ὕπτιον ἀνατεθραμμένον.“ τινὲς δὲ ἐπὶ τῶν μικρῶν διφριδίων ἐξεδέξαντο τὴν λέξιν. Σμήρινθοι, σπάρτα, σχοινία λεπτά. | |
5 | Σμινύην. οἱ μὲν δίκελλαν, οἱ δὲ ἀξίνην κα‐ λοῦσιν. Σμινύην, σκαφεῖον ἢ δίκελλαν ἢ ἀξίνην. Σπαργῶσα. σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεώς τινος. | |
10 | Σποδιοῦσιν, ἐν σποδῷ ὀπτήσουσιν· οὕτως Πλάτων. Σπουδάζω— — — —ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς ἀλλ’ ἐσπουδασμένως, Πλάτων Πολιτείας γʹ. Σταθερά. μέσον ἡμέρας, ὅτε κατὰ κορυφὴν ὁ ἥλιος γίνεται. | |
15 | Σταθερόν. ὀξύ, ἰσχυρόν, τὸ διὰ τὴν ὀξύτητα τῆς κι‐ νήσεως ἑστάναι δοκοῦν. καὶ Σταθερὰν μεσημβρίαν ἐν Φαίδρῳ Πλάτων, τὸ μεσαίτατον καὶ πνιγηρότερον τῆς ἡμέρας δῆλον ὅτι. Σταθερόν, ὀξύ, ἰσχυρὸν ἢ θερμόν, τὸ διὰ τὴν ὀξύ‐ | |
20 | τητα τῆς κινήσεως ἑστάναι δοκοῦν. ἐν Φαίδρῳ· „μή πως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ· οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλου‐ μένη σταθερά.“ δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον ὅταν μᾶλ‐ | |
25 | λον ἐγκάῃ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας καὶ μηδὲ ἐφ’ ἕτερον κλίνειν. Σταθερός. στάσιμος, ἰσχυρός. Στέμφυλα. ἐλαιῶν καὶ σταφυλῶν ἀποπιέσματα, | |
30 | οἷς ἀντὶ ὄψων ἐχρῶντο. Στεργέτω, οἷον στεγέτω, ὑπομενέτω· οὕτως Πλάτων. Στερίφαι. στεῖραι, παρὰ τὸ στερεὰν ἔχειν τὴν | |
ὑστέραν. | ||
sigma1003a | Στρατεία. ἡ ἐνέργεια καὶ ὥσπερ πάλη. Στρατιά. τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρ‐ χον τάγμα. Στρατόπεδον. λέγεται καὶ τὸ πλῆθος τῶν | |
5 | στρατιωτῶν, καὶ ὁ τόπος, ἐν ᾧ ἀθροίζεσθαι αὐτοὺς ἐπιτήδειον. Στρόφιγγες. οἱ τῶν θυρῶν στροφεῖς. Στρυφνόν. στερεόν. Στύραξ. ὁ σαυρωτὴρ καλούμενος. ἡ τοῦ δό‐ | |
10 | ρατος ἀρχή, ἐφ’ ᾗ στηρίζεται. Συγγενήσεσιν ἀντὶ τοῦ συνουσίαις Πλάτων Νόμοις. παρ’ ἄλλῳ οὐχ εὗρον. Συγγραφικῶς, στρογγύλως, ὡς οἱ συγγραφεῖς· περὶ ψυχῆς. | |
15 | Συηνία καὶ ὑηνία, ἀμαθία, σκαιότης, παρὰ Φερε‐ κράτει. καὶ Συηνεῖν Πλάτων ὁ φιλόσοφος, τὸ ἀμα‐ θῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. Συμβιβάσαι. εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος. | |
20 | Σύνδεσις σκληρόν, κἂν Πλάτωνος ᾖ. Συνέμπορος. συνοδοιπόρος. Συνέριθοι. συνεργοί. Σφαδάζειν. δυσανασχετεῖν μετά τινος ὥσπερ σπασμοῦ. | |
25 | Σφαδάζειν. — — —ἐν δὲ τῷ ῥητορικῷ λεξικῷ εὗρον τὸ σφαδάζειν σημαίνειν τὸ δυσθανατεῖν, ματαίως σπᾶ‐ σθαι, χαλεπαίνειν, μετ’ ὀργῆς στενάζειν, ὡς Εὐριπίδης καὶ Πλάτων· „διὰ παντὸς βίου σφαδᾷ.“ Σφακελίσαν. κακωθέν, διαφθαρέν. | |
30 | Σφεδανόν. καταπληκτικόν, πολεμικόν. Σφενδόνη. τοῦ δακτυλίου ἡ περιφέρεια, ἡ εἰς | |
λίθου βολήν. | ||
sigma1003b | Σφριγῶντες. ἀκμάζοντες, ὥσπερ διεσφηνωμέ‐ νοι ὑπὸ πυκνότητος καὶ ἀκμῆς. παρ’ Ἱππο‐ κράτει δὲ σφριγανὸν τὸ ἀκμάζον λέγεται. Σχηματιζόμενος. προσποιούμενος ἢ συνταττό‐ | |
5 | μενος. | |
tau1003b(post5t) | Τ. | |
6 | Ταινίας ἀναδούμενοι. ἔθος τοῖς νικήσασιν ἀναδοῦναι ταινίας. Ταλαντουμένην. ἐν Τιμαίῳ· „τὴν δὲ γῆν ταλαντου‐ μένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων, κινουμένην | |
10 | δ’ αὖ πάλιν ἐκεῖνα σείειν·“ μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται, καὶ ὑπερτα‐ λαντᾷν τὸ ὑπερβαρεῖν. Ταλαντοῦσθαι. ἑτεροφορεῖσθαι. Ταλασιουργία. ἡ περὶ τῶν ἐρίων ἐργασίμη | |
15 | τέχνη. Ταριχεύειν, ταριχεύσειν. „ὥσπερ οἱ τὰ ὄα τέ‐ μνοντες καὶ μέλλοντες ταριχεύσειν.“ σημαίνει δὲ καὶ τὸ ξηραίνειν. Τάρταρος, ὁ κατώτερος τοῦ Ἅιδου τόπος. Τάρταρον | |
20 | τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσι. Περὶ ψυχῆς. Τὰς ψυχὰς ἀποτεθρυωμένοι. ἀντὶ τοῦ ἀπηγριωμένοι καὶ ἄγονοι. Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες, ἐπισείοντες τὴν κεφαλήν, ὃ ποιοῦσιν ἐκλελυμένοι. | |
25 | Τέγγεσθαι. εἴκειν, ἐνδιδόναι. Τέγγων. μαλάττων, βρέχων. Τεγχθέντων ἀντὶ τοῦ εἰξάντων· ἔνθεν καὶ ὁ ἄτεγκτος. Πολιτείας βʹ· „τὸ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας.“ Τεθνήξεται ἐπὶ μετολίγον μέλλοντος λέγε. Πλάτων | |
30 | δὲ ἐν Γοργίᾳ ἐπὶ μέλλοντος ἐνεργητικοῦ λέγει· „τε‐ | |
θνήξει οὗτος ὃν ἂν δόξῃ.“ | ||
tau1004a | Τεθυμμένος. ὑπὸ πυρὸς ἐκκεκαυμένος ἢ κε‐ κακωμένος. Τελεσθέντα. ἀναλωθέντα. Τελεταί. αἱ μυστηριώδεις θυσίαι. | |
5 | Τέλος. τάξις, βλάβη, ἀνάλωμα. Τέμπη. μεταξὺ ὀρῶν στενότητες. Τένθης. ὁ γαστρίμαργος. Τέραμνον, ἁπαλόν, ἑψανόν, καὶ ἀτέραμνον τὸ δυσέ‐ ψανον· οὕτως Πλάτων. | |
10 | Τερατολόγοι. οἱ θαυμαστὰ καὶ παράδοξα μυ‐ θεύοντες. Τερθρεία. γοητεία ἢ περιπάθεια. Τεταμένον φῶς εὐθὺ οἷον κίονα. τὸ οὐράνιον λέ‐ γει. τὸ γὰρ συνέχον τὴν περιφορὰν τὸ ὑπόζωσμα τοῦ | |
15 | κόσμου. κατ’ ἄκρα δ’ αὖ διῆκον ἐπινοεῖται ὁ ἄξων. εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν. τινὲς τὸν ἄξονα τοῦ κό‐ σμου, οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα. Τευτάζειν, πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγ‐ | |
20 | γεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτως καὶ Δίδυμος προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυ‐ κόφρονα φησὶν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν. — — —καὶ ἐν | |
25 | Τιμαίῳ· „τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας καὶ φιλο‐ νεικίας τετευτακότι,“ οἷον διατετριφότι. γράφεται καὶ Τετουτακότι. — — —σημαίνει δὲ καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ, καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν. | |
30 | Τευτάζων. πραγματευόμενος, ἐνδιατρίβων. Τέως. πρὸ τοῦ, ἢ ἕως τινός. Τέφραν καὶ σποδὸν λέγουσιν Ἀττικοί· καὶ Πλάτων εἴ‐ | |
ρηκε τέφραν ἐν Λύσιδι. | ||
tau1004b | Τηθή. μάμμη. Τηθὶς δὲ ἡ τῷ θείῳ ἀνάλογος. Τὴν ἄλλως, μάτην. καὶ Οὐ τὴν ἄλλως μετὰ τῆς ἀποφάσεως λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δ’ ὁ παῖς περίεισι τηνάλλως ἔχων. | |
5 | ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην, καὶ ἐν Θεαι‐ τήτῳ Πλάτωνος. Τὴν ἀλωπεκῆν. τὴν πανουργίαν. Τὴν λῆξιν. τὸν κλῆρον. Τί δῆτα ἔχων στρέφῃ; ἀντὶ τοῦ ἐνδιατρίβεις. | |
10 | Τί μήν; κατάφασιν δηλοῖ, ἀντὶ τοῦ πῶς γὰρ οὔ; ἢ διὰ τί γὰρ οὔ; Τιμαλφέστατον. τιμὴν πολλὴν εὑρίσκον. τὸ γὰρ ἄλφειν εὑρίσκειν ἐστίν, ἐξ οὗ καὶ Ὅμη‐ ρος ἀλφεσιβοίας καλεῖ τὰς εὑρισκούσας κό‐ | |
15 | ρας εἰς τιμὴν βόας. Τιμῶμαι δὲ παθητικῶς καὶ ἐπὶ ἐνεργετικῆς σημασίας καὶ ἐπὶ παθητικῆς. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „τιμᾶται δ’ οὖν μοι ὁ ἀνὴρ θανάτου.“ καὶ πάλιν ἐν τῇ αὐτῇ· „ἦ μὴ πάθω τοῦτο, οὗ Μέ‐ | |
20 | λιτός μοι τιμᾶται.“ καὶ πάλιν ἐν τῇ αὐτῇ· „ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὦ ἄνδρες Ἀθηναῖοι.“ Τολμῆσαι, ὑπομεῖναι. Νόμων θʹ· „εἰ πατέρα ἀπέ‐ κτεινέ τις, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βίᾳ πά‐ σχοντα.“ καὶ ἐν βʹ Τολμῷ ἀντὶ τοῦ τολμῶν ὑπομένοι. | |
25 | Τομόν, τὸ τμητικόν, ὀξυτόνως· οὕτως Πλάτων. Τοπάζω. ὑπονοῶ, οἴομαι. Τὸ παρὸν εὖ ποιεῖν, παροιμία. Πλάτων Γοργίᾳ· „καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν.“ | |
30 | Τορύνη ὑπὸ τῶν Ἀττικῶν τὴν εὐεργέτιν σημαίνει. ὅμως καὶ Πλάτων κατὰ ἰδιωτικὴν συνήθειαν προσωνόμασεν ἐν Ἱππίᾳ· „τί φησι προτέραν πρέπω τορύνην τῷ | |
ἔτνει καὶ τῇ χύτρᾳ.“ | ||
tau1005a | Τραγικὴ σκηνή. πῆγμα μετέωρον, ἐφ’ οὗ ἐν θεῶν σκευῇ τινὲς παριόντες ἔλεγον. Τρέφεσθαι, πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς· „τότε δὴ τὰ ζῶα συντρέφεται“ ἀντὶ τοῦ συνίσταται, | |
5 | πήγνυται. Τρίτου κρατῆρος, τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλε‐ γον. τὸν μὲν γὰρ πρῶτον Ὀλυμπίων φασί, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον [τοῦ σωτῆρος. Πλά‐ των Πολιτείᾳ· „τὸ δὲ τρίτον] ὀλυμπικῶς τῷ σωτῆρί | |
10 | τε καὶ Ὀλυμπίῳ. Τριττύς. φυλῆς μέρος τρίτον. Τροπίδια, τὰ εἰς τρόπιν νεὼς εὐθετούμενα ξύλα, με‐ ταφορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς πράγ‐ ματος, καὶ ὁ τόπος ἐφ’ οὗ τίθεται ἡ τρόπις· οὕτως | |
15 | Πλάτων. Τροφή, ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία. καὶ Τραφέν, ἀντὶ τοῦ ἀχθέν, παιδευθέν. ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν· Πολιτείας· „ἐπιθυμοῦμεν δ’ αὖ τρίτων τινὶ τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν.“ τροφὴν μὲν γὰρ βρῶμα καὶ | |
20 | πῶμα λέγει, γέννησιν δὲ τὰ ἀφροδίσια. ἐν δὲ τρίτῳ Πολιτείας· „καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμ‐ μένοσ“ ἀντὶ τοῦ πεπαιδευμένος, ἵνα μὴ ἐναντιῶται Ὁμήρῳ πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χεί‐ ρωνι, οὐχὶ τετράφθαι. | |
25 | Τυραννεύσασαν, οὐ μόνον τυραννήσασαν, καὶ Πλάτων καὶ ἕτεροι τῶν παλαιῶν. Τυφών, οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος, ἀλλ’ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ. | |
30 | Τυφῶνος πολυπλοκώτερον. Τυφὼν ὁ λεγό‐ μενος κεραυνωθῆναι ὑπὸ Διός. τούτου ποι‐ κιλώτερον. | |
Τυφῶνος, πυρώδους δαίμονος. | ||
tau1005b | Τωθάζων. χλευάζων, σκώπτων, διασύρων. | |
upsilon1005b(post1t) | Υ. | |
2 | Ὕδραν τέμνειν ἐπὶ τῶν ἀμηχάνων λέγεται. ἱστορεῖται γὰρ ὕδρᾳ τῇ ἐν Λέρνῃ ἑκατοντακεφάλῳ τυγχανούσῃ μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κε‐ | |
5 | φαλῶν ἀνεφύοντο πλείους, κελεῦσαι Ἰολάῳ ἐπικαίειν τὰς τεμνομένας. Ὑηνεῖς. ὑϊκόν τι καὶ ζωῶδες ποιεῖς. Ὑηνεῖς. „ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾷν | |
10 | πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν.“ Πλάτων Θεαιτήτῳ. Ὑηνῶν θρεμμάτων. „καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀν‐ θρώπινον, ἀλλ’ ὑηνῶν τινῶν μᾶλλον εἶναι θρεμμάτων.“ Πλάτων Νόμων ζʹ. | |
15 | Ὑμνεῖν, ὀδύρεσθαι, μέμφεσθαι, λοιδορεῖν, κατ’ εὐφημι‐ σμόν, ὡς ἐν αʹ Πολιτείας. Ὑμνούντων· ὅτι ψιλῶς ἀντὶ τοῦ λεγόντων. Νόμων ϛʹ Πλάτων· „ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούν‐ των.“ | |
20 | Ὑμνοῦσι. λέγεται καὶ ἐξ ὀρθῆς λέξεως, καὶ κατ’ εὐφημισμὸν ἀντὶ τοῦ ἐπαιτιῶνται τὸ γῆρας, ὡς ἐν αʹ Πολιτείας. Ὑπάγειν. εἰς δίκην ἐνάγειν. Ὑπ’ αὐγάς. ὑπὸ τὸν ὄρθρον ἢ ὑπὸ τὸν πεφω‐ | |
25 | τισμένον ἀέρα. Ὑπερήφανον ἀντὶ τοῦ καλὸν πάνυ. Πλάτων Γοργίᾳ. Ὑπερήφανος ἄνθρωπος ὁ ὑπέρφρων καὶ ἀλαζών· ὑπερήφανος δὲ παρασκευὴ ἡ μεγάλη καὶ θαυμαστή. Πλάτων ἐν Φαίδωνι· „ὑπερήφανον γάρ μοι ἐδόκει | |
30 | εἶναι εἰδέναι τὰς ἱστορίας ἑκάστου.“ | |
upsilon1006a | Ὑπέρου περιτροπή. ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων. Ὑπὲρ τὰ ἐσκαμμένα, ὑπὲρ τὰ μέτρα. ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά. λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ | |
5 | πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι, ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, πρῶτος αὐ‐ τὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· Πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, | |
10 | Δίσκευσεν δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων. καὶ Πλάτων ἐν ᾧ ἡ ἐπιγραφὴ Κρατύλος, περὶ ὀνο‐ μάτων ὀρθότητος. Ὑπερτερία. τὸ τῆς ἁμάξης πῆγμα. Ὑπηνέμια λέγουσιν ὡς ἡμεῖς. — —Πλάτων δὲ ὁ φιλόσο‐ | |
15 | φος ἐν Θεαιτήτῳ Ἀνεμιαῖα, καὶ Μένανδρος Δα‐ κτυλίῳ· „ἀνεμιαῖον ἐγένετο.“ Ὑπηνέμια καλεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. Σύνηθες δὲ λέγειν αὐτοῖς Ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ· „γόνιμον ἀνεμίδιον τυγχάνει.“ | |
20 | Ὑπό. Τὴν ὑπέρ πρόθεσιν τὴν ἐπάνω σχέσιν δηλοῦσαν πρὸς γενικὴν ἐκφέρουσαν Ἀττικοί, Ἕλληνες δὲ πρὸς αἰτιατικήν. ὡσαύτως καὶ τὴν Ὑπό. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „τά τε μετέωρα φροντι‐ στὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκώς.“ καὶ αὖθις | |
25 | ἐν τῷ αὐτῷ λόγῳ· „ζητῶν τά τε ὑπὸ γῆς καὶ τὰ ἐπουράνια.“ Ὑποκορίζεσθαι. πρὸς κόρην ἢ κόρον λέγειν ἀποσμικροῦντα, οἷον ἱππάριον, πατρίδιον. | |
phi1006a(post28t) | Φ. | |
29 | Φαινόμενα. Πλάτων Πολιτείας δεκάτῃ ἔφη· „φαινό‐ | |
30 | μενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ.“ ἀντὶ τοῦ, φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι γε ὄντα. Φαληρικόν. ἱππόδρομον Ἀθήνησιν. Φάναι. ἐν αὑτῷ ὑπολαμβάνειν. τὸ δὲ λέγειν, ἑτέρῳ δηλοῦν. | |
35 | Φαρμακεία. κρήνη, ἐξ ἧς οἱ πίνοντες ἀπέθνη‐ σκον. ἔνιοι δὲ τόπον, εἰς ὃν ἀπάγονται ἐπὶ | |
κόλασιν οἱ ἐπὶ φαρμακείᾳ ἁλόντες. | ||
phi1006b | Φαῦλον. ἁπλοῦν, ῥᾴδιον, εὐτελές. Φαῦλον ἡμεῖς μὲν ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσ‐ σομεν, παρὰ δὲ Πλάτωνι καὶ τοῖς ἄλλοις Ἀττικοῖς σημαίνει τὸ ἁπλοῦν καὶ ῥᾴδιον, καὶ τοῖς λοιποῖς. | |
5 | Φαῦλον, τὸ ἁπλοῦν. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· „Φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν,“ ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κα‐ κοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· „φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς.“ τεθείη δ’ | |
10 | ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· „πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς.“ τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντι‐ | |
15 | διαστέλληται πρὸς τὸ σπουδαῖον, ὡς Πλάτων· „δοῦ‐ λοι γὰρ καὶ δεσπόται οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπου‐ δαῖοι“ τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· | |
20 | εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας δʹ· „Καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. Καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον.“ Φειδωλίαν οὔ φασι δεῖν λέγειν. Πλάτων. | |
25 | Φελλία. χωρία λεπτόγεια. Φέρε. Ἰστέον ὅτι πάντα τὰ παρακελευσματικὰ ἐπιῤῥή‐ ματα, τὸ Φέρε, τὸ δεῦρο, τὸ ἴθι καὶ τὸ Ἄγε καὶ εἰς συμβουλευτικὰ ὑποτακτικὰ καὶ εἰς προστακτικὰ συν‐ τάσσονται. — — —Πλάτων ἐν Γοργίᾳ· „ἴθι δὴ καὶ τόδε | |
30 | ἐπισκεψώμεθα.“ καὶ πάλιν ἐν τῷ αὐτῷ· „ἴθι δή μοι ἀπόκριναι οὕτως.“ καὶ πάλιν ἐν Πολιτείαις· „ἀλλ’ ἄγ’ ἐπειδὴ τοῦτ’ ἀπετελέσαμεν, ἀναμνησθῶμεν, πόθεν δεῦρο ἐξετραπόμεθα.“ — — —τίθενται δὲ ἔστιν ὅτε τὸ Ἄγε καὶ τὸ φέρε καὶ ἀσύντακτα ἐπιφερομένων ἐρω‐ | |
35 | τήσεων. Πλάτων ἐν Γοργίᾳ· „φέρε δή· ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα;“ Φερεφάττα Πλάτων μόνος· Φερσεφόνη καὶ Περσεφόνη οἱ λοικοί. Περσέφασσα δὲ ποιητικώτερον. | |
Φηγοί. σπέρματος εἶδος. | ||
phi1007a | Φθόη. φθίσις ἐξ αἵματος ἀναγωγῆς. Φιτῦσαι, ἐπὶ τοῦ πατρὸς τίθησιν· ἐπὶ δὲ μητρὸς οὐκ ἔτι, ἀλλὰ γεννῆσαι. καὶ Φιτύοντος ὁμοίως τοῦ γεν‐ νῶντος. | |
5 | Φλαῦρον. πονηρόν. Φλεγμαίνουσαν πόλιν. ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. Φοιτᾷν οὐ μόνον ἐπὶ τῶν εἰς διδασκάλους ἰόντων λέγε‐ ται, ἀλλὰ καὶ ἐπὶ τῶν ἐπί τι ἕτερον συνεχῶς. Πλά‐ | |
10 | των ἐν Φαίδωνι· „πολλάκις μοι φοιτῶν τὸ αὐτὸ ἐν‐ ύπνιον.“ καὶ πάλιν ἐν Γοργίᾳ· „ἐάν τις εἰς παλαί‐ στραν φοιτήσας εὖ ἔχων τὸ σῶμα.“ Φορμίσκοι. καλαθίσκοι. Φωρᾷν, ἐρευνᾷν, ἐκζητεῖν. | |
chi1007a(post14t) | Χ. | |
15 | Χαλαστραῖον. νίτρον, ἀπὸ Χαλάστρας, τῆς ἐν Μακεδονίᾳ λίμνης. Χαλεστραία λίμνη πρὸς τῇ Μακεδονίᾳ, ἐν ᾧ τὸ Χα‐ λεστραῖον νίτρον, οὗ μέμνηται Πλάτων. Χαμαίζηλος. διφρίον μικρὸν ἢ ταπεινὸν σκιμ‐ | |
20 | πόδιον. Χαμεύνια. τὰ ἐπὶ τῆς γῆς στρωννύμενα. Χαραδριός. ὅς, ἐπειδάν τι φάγῃ, ταχέως ἀναλίσκει ὑπὸ θερμότητος. ἔνιοι δὲ τοῦτον καλοῦσιν αἴθυιαν. | |
25 | Χάριν σοι ἔχω ἀντὶ τοῦ οἶδα Πλάτων Πρωταγόρᾳ. Χαρίζεσθαι. κοινῶς μέν, ὡς οἱ πολλοί. ἰδίως δὲ ἐπὶ ἀφροδισίων ἢ ἐπὶ τοῦ ἐν λόγῳ ὑπο‐ κατακλίνεσθαι· Εἴτε σοι δεῖ χαρίζεσθαι. καὶ πάλιν· Ἵνα σοι χαρίσωμαι. | |
30 | Χειροσκόποι. οἱ τὰς χειροτονίας ἐπισκο‐ | |
ποῦντες. | ||
chi1007b | Χερσιμαχίας Πλάτων Νόμων αʹ. Χῆτις. σπάνις, ἔνδεια, στέρησις. Χθές, τὸ κατ’ ἀρχὴν ε ἀφελὼν λέγει ὁ Πλάτων. τὸ δ’ ἐχθὲς παρὰ τὸ ἐκθεῖν, ὅ ἐστι παρελθεῖν. Ἰστέον δὲ | |
5 | ὅτι ὁ μὲν Πλάτων προὔργου εἶχε Τὸ κατέβην, τὸ δὲ Χθὲς πάρεργον. Χθονία, ἀντὶ τοῦ σκοτεινή. Πολιτείας δεκάτῳ· „μὴ χθονίαν καὶ τραχεῖαν πορεύεσθαι ἀλλὰ λείαν καὶ οὐ‐ ρανίαν.“ ἀνθυποφέρει γὰρ τῇ μὲν τραχείᾳ λείαν, τῇ | |
10 | δὲ χθονίᾳ τὴν οὐρανίαν, ἀντὶ τοῦ λαμπράν. Χλιδή. ἔκλυσις καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι καὶ ἐκλελύσθαι ἀσθενείᾳ τοῦ θερμοῦ. Χραίνειν, ἤγουν ἀποχραίνειν. παρὰ τοῖς ζω‐ | |
15 | γράφοις δὲ λέγεται τὸ μὲν χραίνειν τὸ χρώζειν διὰ τοῦ ῥαβδίου· τὸ δὲ ἀποχραίνειν τὸ τὰ χρωσθέντα ἑνοποιεῖν. Χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· „πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν.“ | |
20 | Χρυσῆ εἰκών. Ὤμνυον οἱ Ἀθήνησιν ἄρχοντες, ἂν μὴ παρέλθωσιν ἐφ’ οἷς ἄρχουσιν χρυσῆν εἰκόνα αὐτῶν ἀναθήσειν ἐν ἄστει, ἐν Πυθοῖ, ἐν Ὀλυμπίᾳ. Χρυσοχοεῖν. — — —κέχρηται τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας λέγων „τί δέ; ἦ δ’ ὃς ὁ Θρασύμαχος, | |
25 | χρυσοχοεῖν οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ’ οὐ λόγων ἀκουσομένους;“ ἄρξασθαι δέ φασι τὴν παροι‐ μίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ φανείη χρυσοῦ ψῆγμα πολὺ καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. | |
30 | οἱ δὲ ἀναλαβόντες τὰ ὅπλα ἐξέθεον ἐπ’ αὐτούς. ἄπρα‐ κτοι δ’ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους λέγοντες „σὺ δὲ ᾤου χρυσοχοήσειν,“ ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν | |
35 | κωμικῶν. Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησίν· | |
chi1008a | ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. | |
5 | Χρωματίζειν Πλάτων Πολιτείᾳ. Χυτρέα, τὸν κεραμέα καὶ δημιουργὸν τῶν τοιούτων σκευῶν. καὶ Πλάτων ἐν Πολιτείᾳ· Χυτρεύς, κερα‐ μεύς· ἀφ’ ἑνὸς εἴδους τῶν κεραμευομένων, τῆς χύτρας. Χωλή, ἀντὶ τοῦ ἀτελής. Περὶ ψυχῆς Πλάτων· „ἀλλ’ εἰ | |
10 | ταύτῃ ἔσται χωλὴ ἡ φύσις.“ | |
psi1008a(post10t) | Ψ. | |
11 | Ψαιστά. οὕτως λέγονται τῶν σπλάγχνων κεκομ‐ μένων εἰς λεπτὰ μετὰ ἄρτου ἀπαρχαί τινες. Ψαλίδα, ἢν ἡμεῖς ἁψῖδα φαμέν. Νόμων ιβʹ· „θήκην δὲ ὑπὸ γῆν αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη | |
15 | λίθων πολυτίμων.“ Ψάμμος καὶ ἄμμος. — — —Πλάτων ἐν Φαίδωνι· „σή‐ ραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος.“ Ψέκτης, ὁ πάντα ψέγων. Πλάτων Πολιτείᾳ. Ψῆτται. ἰχθύων εἶδος. | |
20 | Ψυκτήρ. ποτήριον μέγα καὶ πλατὺ εἰς ψυχρο‐ ποσίαν παρεσκευασμένον. Ψυκτῆρα Πλάτων Συμποσίῳ. ἔστι δὲ ὁ ψυκτὴρ σκεῦος, ἐν ᾧ διανίζουσι τὰ ποτήρια, μεστὸν ὕδατος ψυχροῦ, | |
ἢ ὃ λέγομεν ἡμεῖς πρόχυμα. | ||
psi1008b | Ψυχαγωγεῖν τὸ τέρπειν, οὐ μόνον ἐπὶ τοῦ ἐξαπα‐ τῶντα πιπράσκειν. Πλάτων Φαίδρῳ. | |
omega1008b(post2t) | Ω. | |
3 | Ὧδε ἀντὶ τοῦ ἐνθάδε Πλάτων Γοργίᾳ. Ὧδε. — — —καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ | |
5 | ἐνθάδε. Ὦ μέλεε. ὦ μάταιε. ὦ δείλαιε. ἔνιοι δέ, ὦ ἐπιμελείας ἄξιε, καὶ οἷον μεμελημένε. Ὤνθρωποι. — — — —καὶ ἔτι οἱ καταλογάδην χρῶνται τῷ τοιούτῳ, ὡς Πλάτων· „ποῖ φέρεσθε, ὤνθρωποι;“ ἔστι | |
10 | γὰρ τὸ ἐντελές, ὦ ἄνθρωποι. Ὦ οὗτος. ὦ σύ. Ὠργασμένος. μεμαλαγμένος. Ὠργασμένος ἀντὶ τοῦ μεμαλαγμένος, ἀναδεδευμένος. ὀργάζειν κυρίως τὸ τὸν πηλὸν ταῖς χερσὶ φύρειν. | |
15 | Ὠρωπός. χώρα μεταξὺ Βοιωτίας καὶ τῆς Ἀτ‐ τικῆς. Ὡς, λίαν. Παρμενίδῃ· „θαυμασίως ὡς δυσανάπειστον.“ Ὡς αὕτως ἀντὶ τοῦ παραπλησίως καὶ κατὰ ταὐτὰ Πλά‐ των Ἱππίᾳ βʹ. | |
20 | Ὡς ἔοικεν. ὡς φαίνεται, ὡς δοκεῖ. Ὡς οἷόν τε. ὡς δυνατόν. | |
Ὦ τᾶν. ὦ οὗτος. |